Thesauros Edebiyat miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Kitap 1

29 Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατʼ ἀνάγκην, ἃ δὲ καθʼ εἱμαρμένην ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον.

Περὶ φύσεως.

30 Ἐμπεδοκλῆς φύσιν μηδενὸς εἶναι, μῖξιν δὲ τῶν στοιχείων καὶ διάστασιν. γράφει γὰρ οὕτως ἐν τῷ πρώτῳ Φυσικῶν ἄλλο δέ τοι ἐρέω φύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή, ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων ἐστί, φύσις δὲ βροτοῖς ὀνομάζεται ἀνθρώποισιν.
30 Ἀναξαγόρας· ὁμοίως τὴν φύσιν σύγκρισιν καὶ διάκρισιν, τουτέστι γένεσιν καὶ φθοράν.
← Önceki 18 / 18

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi