Thesauros Edebiyat miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Kitap 1

5 Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν· ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα περιέχῃ · ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ἐκ τοῦ μὴ ἔσεσθαι αὐτὸν ἄφθαρτον, ἐὰν ᾖ τι ἐξωτέρω αὐτοῦ. πρὸς δὴ τὸν Πλάτωνα ῥητέον, ὅτι οὐ τέλειος ὁ κόσμος· οὐδὲ γὰρ πάντα περιέχει καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλʼ οὐ πάντα περιέχει καὶ πολλὰ παραδείγματα ἔστιν, ὥσπερ ἐπʼ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζῳγραφιῶν. πῶς δὲ τέλειος, εἴπερ ἔξωθέν τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δʼ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι , γενητὸς ὤν.
5 Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δʼ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι· εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, ὅτι δʼ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα αἴτια, ἐκεῖ καὶ τὰ ἀποτελέσματα αἴτια δʼ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.

Πόθεν ἔννοιαν ἔσχον θεοῦ ἄνθρωποι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi