Kitap 2
5
Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι.
5
Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δʼ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.
Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν ὁ θεός.
6
οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.
6
Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου.
6
Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφʼ ᾧ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς περιφορᾶς ἀναβλύσαι τὸ ὕδωρ ἐξ οὗ ἀναθυμιαθῆναι τὸν ἀέρα καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος τὸν δʼ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δʼ ἐκ τῶν ἄλλων τὰ περίγεια.
6
Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δʼ ὁρατοῦ κόσμου προτέραν μὲν εἶναι τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον ὕδατος δὲ καὶ ἀέρος δεύτερον.
6
Πυθαγόρας, πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ , ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.
6
Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει.
Περὶ τάξεως τοῦ κόσμου.
7
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δʼ ἐκ τοῦ πυκνοῦ· μικτὰς δʼ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν.
7
Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ·
7
Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δʼ ἀκίνητα.
7
Πλάτων πῦρ πρῶτον εἶτʼ αἰθέρα μεθʼ ὃν ἀέρα ἐφʼ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει.