Thesauros Edebiyat miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Kitap 3

5 Μητρόδωρος, ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν τὴν δʼ αὐγὴν ἐρυθραίνεσθαι.

Περὶ ῥάβδων.

6 τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα μίξει τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχει, τῶν μὲν νεφῶν ὁρωμένων, οὐ κατʼ οἰκεῖον δὲ χρῶμα, ἀλλʼ ἕτερον ὅπερ κατʼ ἔμφασιν φαίνεται. ἐν δὲ τούτοις πᾶσι τά τε κατὰ φύσιν καὶ τὰ ἐπίκτητα ὅμοια συμβαίνει πάθη.

Περὶ ἀνέμων.

7 Ἀναξίμανδρος ἄνεμον εἶναι ῥύσιν ἀέρος, τῶν λεπτοτάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου κινουμένων ἢ τηκομένων.
7 οἱ Στωικοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν τόπων δὲ παραλλαγαῖς τὰς· ἐπωνυμίας παραλλάττουσαν· οἷον τὸν ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, τὸν δʼ ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δʼ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δʼ ἀπὸ τῶν νοτίων λίβα.
7 Μητρόδωρος ὑδατώδους ἀναθυμιάσεως διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίνεσθαι ὁρμὴν πνευμάτων θείων τοὺς δʼ ἐτησίας πνεῖν, τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ἀέρος, ὑποχωροῦντι τῷ ἡλίῳ κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντος.

Περὶ χειμῶνος καὶ θέρους.

8 Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται
8 Περιγεγραμμένων δέ μοι τῶν μεταρσίων, ἐφοδευθήσεται καὶ τὰ πρόσγεια.

Περὶ γῆς καὶ τίς ἡ ταύτης οὐσία καὶ πόσαι.

9 Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ μίαν εἶναι τὴν γῆν.
9 ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα.
9 οἱ Στωικοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην.
9 Ξενοφάνης ἐκ τοῦ κατωτέρω μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι.
9 Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δʼ ἥλιον τοῦ ἀέρος.

Περὶ σχήματος γῆς.

10 Θαλῆς καὶ οἱ Στωικοὶ καὶ οἱ ἀπʼ αὐτῶν σφαιροειδῆ τὴν γῆν.
10 Ἀναξίμανδρος λίθῳ κίονι τὴν γῆν προσφερῆ τῶν ἐπιπέδων.
10 Ἀναξιμένης τραπεζοειδῆ.
10 Λεύκιππος τυμπανοειδῆ.
10 Δημόκριτος δισκοειδῆ μὲν τῷ πλάτει κοίλην δὲ τῷ μέσῳ.

Περὶ θέσεως γῆς.

11 οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην.
11 Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρριζῶσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi