Thesauros Edebiyat miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Kitap 3

16 Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα.
16 οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δʼ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν.

Πῶς ἀμπώτιδες γίνονται καὶ πλήμμυραι.

17 Ἀριστοτέλης Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ συμπεριφέροντος· ὑφʼ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν, καὶ πατασκευάζειν τὴν πλήμμυραν, καταληγόντων δʼ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν.
17 Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι τῇ δὲ μειώσει τὰς ἀμπώτιδας.
17 Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων εἶναι γάρ τινα αἰώραν διά τινος στομίου τρήματος περιφέρουσαν τὴν παλίρροιαν, ὑφʼ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη.
17 Τίμαιος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις καὶ πλήμμυραν ποιοῦντας ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις καὶ ἀμπώτιδας κατασκευάζοντας.
17 Σέλευκος ὁ μαθηματικὸς κινῶν καὶ οὗτος τὴν γῆν ἀντικόπτειν αὐτῆς τῇ δίνῃ φησὶ καὶ τῇ κινήσει τὴν περιστροφὴν τῆς σελήνης· τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος, κατὰ λόγον αὐτῷ, συγκυκᾶσθαι τὴν θάλασσαν.

Περὶ ἅλω.

18 ἡ δʼ ἅλως οὑτωσὶν ἀποτελεῖται · μεταξὺ τῆς σελήνης ἤ τινος ἄλλου ἄστρου καὶ τῆς ὄψεως ἀὴρ παχὺς καὶ ὁμιχλώδης ἵσταται εἶτʼ ἐν τούτῳ τῆς ὄψεως κατακλωμένης καὶ εὐρυνομένης κᾆθʼ οὕτω τῷ κύκλῳ τοῦ ἄστρου προσπιπτούσης κατὰ, τὴν ἔξω περιφέρειαν, κύκλος δοκεῖ περὶ τὸ ἄστρον φαίνεσθαι ὃς κύκλος φαινόμενος ἅλως καλεῖται, ὅτι ἐστὶν ἅλῳ προσεοικώς, ἐκεῖ δοκοῦντος τοῦ φάσματος γίνεσθαι, ἔνθα συνέπεσε τὸ πάθος τῆς ὄψεως.
← Önceki 8 / 8

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi