Kitap 4
9
Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς· καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται κατὰ,τὰ νοητά, ἡ δὲ φαντασία διχῶς καὶ γὰρ αἰσθητῶν ἔστι φαντασία καὶ νοητῶν.
9
Ἐμπεδοκλῆς Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι, τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ ἁρμόζοντος.
Πόσαι εἰσὶν αἱ αἰσθήσεις.
10
οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν.
10
Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δʼ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας· ἐν ᾗ τὸ μεταβατικὸν ἀφʼ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως, δείκνυται.
10
Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς.
Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ ἐνδιάθεσιν λόγος.