Kitap 4
11
οἱ Στωικοί φασιν · ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χάρτην εὐεργὸν εἰς ἀπογραφήν. εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. πρῶτος δʼ ὁ τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δʼ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν πλῆθος. τῶν δʼ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δʼ ἢδη διʼ ἡμετέρας διδασκαλίας καὶ ἐπιμελείας αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. ὁ δὲ· λόγος, καθʼ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. ἔστι δʼ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου τὸ γὰρ φάντασμα, ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. διόπερ τοῖς ἀλόγοις ζῴοις οὐ προσπίπτει φαντάσματα· ὅσα δὲ καὶ τοῖς θεοῖς καὶ ἡμῖν γε ταῦτα φαντάσματα μόνον ἐστίν ὅσα δʼ ἡμῖν, ταῦτα καὶ φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατʼ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες, αὐτὰ μὲν καθʼ αὑτὰ ὑπάρχει δηνάρια καὶ στατῆρες· ἐὰν δ’ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.
Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα.