Kitap 5
5
ἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἣκιστα τῶν ἀρρένων, μὴ μέντοι εἰς ζῳογονίαν τοῦτο συμβάλλεσθαι διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας· ὅθεν ἐνίας προΐεσθαι πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα, καὶ μάλιστα τὰς χηρευούσας. καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄρρενος τὰς δὲ σάρκας παρὰ τῆς θηλείας.
Πῶς αἱ συλλήψεις γίνονται.
6
Ἀριστοτέλης τὰς μὲν συλλήψεις γίνεσθαι προανελκομένης μὲν ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ, καταμηνίων συνεπισπωμένων ἀπὸ τοῦ παντὸς ὄγκου μέρος τι τοῦ καθαροῦ αἵματος, ᾧ συμβαίνειν τὸν τοῦ ἄρρενος γόνον· μὴ γίνεσθαι δὲ τὰς κυήσεις παρʼ ἀκαθαρσίαν τῆς μήτρας ἢ ἐμπνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ ἀσθένειαν τῶν γυναικῶν ἢ διʼ ἀτονίαν τῶν ἀνδρῶν,
Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα.
7
Ἐμπεδοκλῆς ἄρρενα καὶ θήλεα γίνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γεγενῆσθαι μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς ταῖς ἄρκτοις.
7
Παρμενίδης ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκτοις ἄρρενα βλαστῆσαι, τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος· τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα.
7
Ἱππῶναξ παρὰ τὸ συνεστὼς καὶ ἰσχυρὸν ἢ πσρὰ τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον σπέρμα.
7
Ἀναξαγόρας Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δʼ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά· εἰ δʼ ἐναλλαγείη τὰ τῆς καταβολῆς, γίνεσθαι θήλεα.
7
Λεωφάνης, οὗ μέμνηται Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ δεξιοῦ διδύμου τὰ δʼ ἐκ τοῦ ἀριστεροῦ.
7
Λεύκιππος διὰ τὴν παραλλαγὴν τῶν μορίων, καθʼ ἣν ὁ μὲν καυλὸν ἡ δὲ μήτραν ἔχει· τοσοῦτον γὰρ μόνον λέγει.
7
Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν τύχῃ, τὰ δʼ ἰδιάζοντα καὶ κατʼ ἐπικράτειαν.
7
Ἱππῶναξ, εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν εἰ δʼ ἡ τροφή, θῆλυ.
Πῶς τέρατα γίνεται.
8
Ἐμπεδοκλῆς τέρατα γίνεσθαι παρὰ πλεονασμὸν σπέρματος ἢ παρʼ ἔλλειψιν ἢ παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ τὸ ἀπονεύειν· οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς αἰτιολογίας.
8
Στράτων παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν.