Kitap 1
37
οἱ πελαργοὶ λυμαινομένας αὐτῶν τὰ ᾠὰ τὰς νυκτερίδας ἀμύνονται πάνυ σοφῶς· αἳ μὲν γὰρ προσαψάμεναι μόνον ἀνεμιαῖα ἐργάζονται καὶ ἄγονα αὐτά. οὐκοῦν τὸ ἐπὶ τούτοις φάρμακον ἐκεῖνό ἐστι. πλατάνου φύλλα ἐπιφέρουσι ταῖς καλιαῖς· αἱ δὲ νυκτερίδες ὅταν αὐτοῖς γειτνιάσωσι, ναρκῶσι καὶ γίνονται λυπεῖν ἀδύνατοι. δῶρον δὲ ἄρα ἡ φύσις καὶ ταῖς χελιδόσιν ἔδωκεν οἷον. αἱ σίλφαι καὶ τούτων τὰ ᾠὰ ἀδικοῦσιν. οὐκοῦν αἱ μητέρες σελίνου κόμην προβάλλονται τῶν βρεφῶν, καὶ ἐκείναις τὸ ἐντεῦθεν ἄβατά ἐστι. πολύποσι δὲ εἴ τις ἐπιβάλοι πήγανον, ἀκίνητοι μένουσιν, ὡς λέγει τις λόγος. ὄφεως δὲ εἰ καθίκοιο καλάμῳ, μετὰ τὴν πρώτην πληγὴν ἀτρεμεῖ καὶ νάρκῃ πεδηθεὶς ἡσυχάζει· εἰ δὲ ἐπαγάγοις δευτέραν ἢ τρίτην, ἀνέρρωσας αὐτόν. καὶ μύραινα δὲ πληγεῖσα νάρθηκι ἐς ἅπαξ ἡσυχάζει· εἰ δὲ πλεονάκις, ἐς θυμὸν ἐξάπτεται. λέγουσι δὲ ἁλιεῖς καὶ πολύποδας ἐς τὴν γῆν προϊέναι, ἐλαίας θαλλοῦ ἐπὶ τῆς ᾐόνος κειμένου. θηρίων δὲ ἀλεξιφάρμακον ἦν ἄρα πάντων πιμελὴ ἐλέφαντος, ἣν εἴ τις ἐπιχρίσαιτο, καὶ εἰ γυμνὸς ὁμόσε χωροίη τοῖς ἀγριωτάτοις, ἀσινὴς ἀπαλλάττεται.