Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 1

44 τῶν γεράνων αἱ κλαγγαὶ καλοῦσιν ὄμβρους, ὥς φασιν· ὁ δὲ ἐγκέφαλος γυναικῶν ἐς χάριν ἀφροδίσιον ἔχει τινὰς ἴυγγας, εἴ τῳ ἱκανοὶ τεκμηριῶσαι οἱ πρῶτοι φυλάξαντες ταῦτα.
45 γυπῶν πτερὰ εἰ θυμιάσειέ τις, ὡς ἀκούω, καὶ ἐκ φωλεῶν καὶ ἐξ εἰλυῶν τοὺς ὄφεις προάξει ῥᾷστα. τὸ ζῷον ὁ δρυοκολάπτης ἐξ οὗ δρᾷ καὶ κέκληται. ἔχει μὲν γὰρ ῥάμφος ἐπίκυρτον, κολάπτει δὲ ἄρα τούτῳ τὰς δρῦς, καὶ ἐνταυθοῖ ὡς ἐς καλιὰν τοὺς νεοττοὺς ἐντίθησιν, οὐ δεηθεὶς καρφῶν καὶ τῆς ἐξ αὐτῶν πλοκῆς καὶ οἰκοδομίας οὐδὲ ἕν. οὐκοῦν εἴ τις λίθον ἐνθεὶς ἐπιφράξειε τῷ ὀρνέῳ τῷ προειρημένῳ τὴν ἔσδυσιν, ὃ δὲ συμβαλὼν τὴν ἐπιβουλὴν κομίζει πόαν ἐχθρὰν τῷ λίθῳ· ὃ δὲ οἷα βαρούμενος καὶ μὴ φέρων ἐξάλλεται, καὶ ἀνέῳγεν αὖθις τῷ προειρημένῳ ἡ φίλη ὑποδρομή.
46 οἱ συνόδοντες οὐκ εἰσὶ μονίαι, οὐδὲ τὴν ἀπʼ ἀλλήλων ἐρημίαν τε καὶ διαίρεσιν ἀνέχονται. φιλοῦσι δὲ συναγελάζεσθαι καθʼ ἡλικίαν. καὶ οἱ μὲν νεώτεροι κατὰ ἴλας νήχονται, οἱ δὲ ἐντελέστεροι πάλιν κοινῇ· καὶ τὸ τοῦ λόγου τοῦτο ἧλιξ ἥλικα καὶ ἐκεῖνοι τέρπουσι, παρόντες παροῦσιν ὡς ἑταίροις καὶ φίλοις ἐκ τῶν αὐτῶν ἐπιτηδευμάτων τε καὶ διατριβῶν. τεχνάζονται δὲ πρὸς τοὺς θηρατὰς ὁποῖα. ὅταν ἁλιεὺς ἀνὴρ τὸ ἐς αὐτοὺς δέλεαρ καθῇ, περιελθόντες πάντες καὶ κυκλόσε γενόμενοι ἐς ἀλλήλους ὁρῶσιν, οἱονεὶ σύνθημα ἕκαστος ἑκάστῳ διδόντες μήτε πλησιάσαι μήτε ἅψασθαι τοῦ καθειμένου δελεάσματος. καὶ οἱ μὲν παρατεταγμένοι ἐς τοῦτο ἀτρεμοῦσιν· ἐκ δὲ ἀλλοτρίας ἀγέλης συνόδων ἀφίκετο, καὶ καταπίνει τὸ ἄγκιστρον, ἐρημίας λαβὼν μισθὸν τὴν ἅλωσιν. καὶ ὃ μὲν ἀνασπᾶται, οἳ δὲ ἤδη θαρροῦσιν ὡς οὐχ ἁλωσόμενοι, καὶ καταφρονήσαντες οὕτω θηρῶνται.
47 φρύγεται διὰ τοῦ θέρους ὁ κόραξ τῷ δίψει κολαζόμενος, καὶ βοᾷ τὴν τιμωρίαν μαρτυρόμενος, ὥς φασι. καὶ τὴν αἰτίαν λέγουσιν ἐκείνην. ὁ Ἀπόλλων αὐτὸν θεράποντα ὄντα ὑδρευσόμενον ἀποπέμπει· ὃ δὲ ἐντυγχάνει ληίῳ βαθεῖ μέν, ἔτι δὲ χλωρῷ, καὶ μένει ἔστʼ ἂν αὖον γένηται, τῶν πυρῶν παραχναῦσαι βουλόμενος, καὶ τοῦ προστάγματος ὠλιγώρησε. καὶ ὑπὲρ τούτων ἐν τῇ μάλιστα αὐχμηροτάτῃ ὥρᾳ διψῶν δίκας ἐκτίνει. τοῦτο ἔοικε μύθῳ μέν, εἰρήσθω δʼ οὖν τῇ τοῦ θεοῦ αἰδοῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi