Kitap 1
53
ἔχει τι πλεονέκτημα ἡ αἲξ τὴν τοῦ πνεύματος εἰσροήν, ὡς οἱ νομευτικοὶ λόγοι φασίν. ἀναπνεῖ γὰρ καὶ διὰ τῶν ὤτων καὶ διὰ τῶν μυκτήρων, καὶ αἰσθητικώτατον τῶν διχήλων ἐστί. καὶ τὴν μὲν αἰτίαν εἰπεῖν οὐκ οἶδα, ὃ δὲ οἶδα τοῦτο εἶπον. εἰ δὲ ποίημα Προμηθέως καὶ αἴξ, τί βουλόμενος τοῦτο εἰργάσατο, εἰδέναι καταλιμπάνω αὐτόν.
54
καὶ ἔχεως δῆγμα καὶ ὄφεως ἄλλου φασὶν ἀντιπάλων μὴ διαμαρτάνειν φαρμάκων. καὶ τὰ μὲν αὐτῶν ἀκούω πώματα εἶναι, τὰ δὲ χρίματα· καὶ ἐπαοιδαὶ δὲ ἐπράυναν τὸν ἐγχρισθέντα ἰόν. ἀσπίδος δὲ ἀκούω μόνης δῆγμα ἀνίατον εἶναι καὶ ἐπικουρίας κρεῖττον. καὶ μισεῖν ἄξιον τὸ ζῷον τῆς εὐκληρίας τῆς ἐς τὸ κακόν. ἀλλὰ καὶ τούτου θηρίον μιαρώτερον καὶ ἀφυλακτότερον γυνὴ φαρμακίς, οἵαν ἀκούομεν καὶ τὴν Μήδειαν καὶ τὴν Κίρκην· τὰ μὲν γὰρ τῶν ἀσπίδων φάρμακα δήγματος ἔργα ἐστί, τὰ δὲ ἐκείνων ἀναιρεῖ καὶ ἐκ μόνης τῆς ἁφῆς, φασίν.
55
κυνῶν θαλαττίων τρία γένη. καὶ οἳ μὲν αὐτῶν εἰσι μεγέθει μέγιστοι, καὶ κητῶν ἐν τοῖς ἀλκιμωτάτοις ἀριθμοῖντο ἄν· γένη δὲ δύο τὰ λοιπά, πηλαῖοιμὲν τὴν φύσιν, προήκουσι δὲ ἐς πῆχυν τὸ μέγεθος. καὶ τούτων οἱ μὲν κατεστιγμένοι καλοῖντο ἂν γαλεοί, κεντρίνας δὲ ὀνομάζων τοὺς λοιποὺς οὐκ ἂν διαμαρτάνοις. οἱ μὲν οὖν ποικίλοι καὶ τὴν δοράν εἰσι μαλακώτεροι καὶ τὴν κεφαλὴν πλατύτεροι· οἱ δὲ ἕτεροι σκληροὶ τὴν δορὰν ὄντες τὴν κεφαλὴν δὲ ἀνήκουσαν ἐς ὀξὺ ἔχοντες τὴν χρόαν ἐς τὸ λευκὸν ἀποκρίνονται. κέντρα δὲ ἄρα αὐτοῖς συμπέφυκε τὸ μὲν κατὰ τὴν λοφιάν, ὡς ἂν εἴποις, τὸ δὲ κατὰ τὴν οὐράν· σκληρὰ δὲ ἄρα τὰ κέντρα καὶ ἀπειθῆ ἐστι, καὶ ἰοῦ τι προσβάλλει. ἁλίσκεται δὲ τῶν κυνῶν τῶν σμικρῶν τῶνδε ἑκάτερον τὸ φῦλον ἐκ τῆς ἰλύος καὶ τοῦ πηλοῦ, καὶ ἡ ἄγρα, εἰπεῖν αὐτὴν οὐ χεῖρόν ἐστι. δέλεαρ αὐτῶν καθιᾶσιν ἰχθὺν λευκὸν ἐκτετμημένον τὴν ῥάχιν. ὅταν τοίνυν εἷς ἁλῷ καὶ τῷ ἀγκίστρῳ περιπέσῃ, πάντες οἱ θεασάμενοι ἐμπηδῶσιν αὐτῷ καὶ κάτωθεν ἑλκομένῳ ἕπονται καὶ μέχρι τῆς νεὼς οὐκ ἀναστελλόμενοι, ὡς εἰκάσαι ζηλοτυπίᾳ δρᾶν ταῦτα αὐτούς, οἷα ἐκείνου τι τῶν ἐς τροφὴν ἑαυτῷ μόνῳ ποθὲν ἀποσυλήσαντος· καὶ ἐς τὴν ναῦν γε αὐτὴν ἐσεπήδησάν τινες πολλάκις, καὶ ἑκόντες ἑάλωσαν.