Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 1

60 Λἐγει μέν τις λόγος ἀκέντρους εἶναι τοὺς τούτων βασιλέας· λέγει δὲ καὶ ἕτερος καὶ πάνυ ἐρρωμένα τὰ κέντρα συμπεφυκέναι αὐτοῖς καὶ τεθηγμένα ἀνδρειότατα· οὔτε δὲ ἐπʼ ἀνδρί ποτε χρῆσθαι αὐτοῖς οὔτε ἐπὶ ταῖς μελίτταις, ἀλλὰ συμπεπλάσθαι φόβον ἄλλως· μὴ γὰρ θέμις εἶναι τὸν ἄρχοντα καὶ τῶν τοσούτων ἔφορον κακὸν ἐργάσασθαι. καὶ τὰς μελίττας δὲ τὰς λοιπὰς ὁμολογοῦσιν οἱ τούτων ἐπιστήμονες ἐν ὄψει τῶν ἀρχόντων τῶν σφετέρων ὑποκλίνειν τὰ κέντρα, οἱονεὶ τῆς ἐξουσίας ἀφισταμένας καὶ παραχωρούσας. ἑκάτερον δʼ ἄν τις ἐκπλαγείη τὸ τῶν βασιλέων ἐκείνων· εἴτε γὰρ μὴ ἔχουσι πόθεν ἀδικήσουσι, μέγα τοῦτο· εἴτε καὶ παρὸν ἀδικῆσαι μὴ ἀδικοῦσιν, ἀλλὰ τοῦτό γε μακρῷ κρεῖττόν ἐστιν.
← Önceki 27 / 27

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi