Kitap 10
21
τοὺς κροκοδείλους Αἰγυπτίων οἳ μὲν σέβουσιν, ὡς Ὀμβῖται· καὶ οἷα ἡμεῖς τοὺς θεοὺς τοὺς Ὀλυμπίους ἄγομεν θαυμαστούς, τοιαῦτα καὶ ἐκείνους ἐκεῖνοι. καὶ τῶν τέκνων γε αὐτοῖς ἐξαρπαζομένων πολλάκις οἳ δὲ ὑπερήδονται, καὶ αἵ γε μητέρες τῶν δειλαίων γάννυνται καὶ σεμναὶ περιίασιν, οἷα δήπου τεκοῦσαι θεῷ βορὰν καὶ δεῖπνον. Ἀπολλωνοπολῖται δὲ Τεντυριτῶν μοῖρα σαγηνεύουσι τοὺς κροκοδείλους, καὶ τῶν περσεῶν ʽφυτὰ δέ ἐστιν ἐπιχώριἀ ἐξαρτήσαντες μετεώρους μαστιγοῦσί τε πολλὰς καὶ τὰς ἐξ ἀνθρώπων ξαίνουσι κνυζωμένους καὶ δακρύοντας, εἶτα μέντοι κατακόπτουσιν αὐτοὺς καὶ σιτοῦνται. κύει δὲ ἄρα τὸ ζῷον τοῦτο ἐν ἑξήκοντα ἡμέραις, καὶ τίκτει ᾠὰ ἑξήκοντα, καὶ τοσαύταις ἡμέραις θάλπει αὐτά, σφονδύλους τε ἔχει ἐπὶ τῆς ῥάχεως τοσούτους, νεύροις τε αὐτὸν τοσούτοις φασὶ διεζῶσθαι, λοχεία τε αὐτῷ ἐς τοσοῦτον πρόεισιν ἀριθμόν, καὶ ἔτη βιοῖ ἑξήκοντα ʽλέγω δὲ ταῦτα Αἰγυπτίους φήμας τε καὶ πίστεισʼ, πάρεστι δὲ καὶ ὀδόντας ἑξήκοντα τοῦδε τοῦ ζῴου ἀριθμεῖν, φωλεῦον δὲ ἄρα καθʼ ἕκαστον ἔτος ἑξήκοντα ἡμερῶν ἀτρεμεῖ τε καὶ ἀτροφεῖ. τοῖς δὲ Ὀμβίταις καὶ συνήθεις εἰσί, καὶ μέντοι καὶ ὑπακούουσι καλούντων αὐτῶν οἱ τρεφόμενοι ἐν ταῖς λίμναις ταῖς ὑπʼ αὐτῶν πεποιημέναις. κομίζουσι δὲ ἄρα αὐτοῖς κεφαλὰς τῶν ζῴων τῶν θυομένων ʽαὐτοὶ γὰρ οὐκ ἂν γεύσαιντο τοῦδε τοῦ μέρουσʼ καὶ ἐμβάλλουσιν αὐτάς, οἳ δὲ περὶ ταύταις πηδῶσιν. οἵ γε μὴν Ἀπολλωνοπολῖται μισοῦσι κροκόδειλον, λέγοντες τὸν Τυφῶνα ὑποδῦναι τὴν τούτου μορφήν. οἳ δὲ οὐ ταύτην φασὶ τὴν αἰτίαν, Ψαμμύντου δὲ βασιλέως ἀγαθοῦ καὶ δικαίου ἐς τὰ ἔσχατα ἁρπάσαι θυγατέρα κροκόδειλον, εἶτα μέντοι μνήμῃ τοῦ τότε πάθους μισεῖν τὸ φῦλον αὐτῶν πᾶν καὶ τοὺς κάτω τοῦ χρόνου γεγενημένους.