Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 10

26 τῷ λύκῳ ὁ τράχηλος ἐς βραχὺ συνῆκται. οὔκουν οἷός τέ ἐστιν ἐπιστραφῆναι, ὁρᾷ δὲ ἐς τὸ πρόσω ἀεί· εἰ δὲ βούλοιτό ποτε ἐς τοὐπίσω θεάσασθαι, πᾶς ἐπιστρέφεται. ὀξυωπέστατον δέ ἐστι ζῴων, καὶ μέντοι καὶ νύκτωρ καὶ σελήνης οὐκ οὔσης ὃ δὲ ὁρᾷ. ἔνθεν τοι καὶ λυκόφως κέκληται ὁ καιρὸς οὗτος τῆς νυκτός, ἐν ᾧ μόνος ἐκεῖνος τὸ φῶς ὑπὸ τῆς φύσεως λαχὼν ἔχει. δοκεῖ δέ μοι καὶ Ὅμηρος λέγειν ἀμφιλύκην νύκτα καθʼ ἣν δὴ βλέποντες λύκοι βαδίζουσι. λέγουσι δὲ φίλον Ἡλίῳ εἶναι αὐτόν, καὶ διὰ ταῦτα ἐς τιμὴν τὴν τοῦ ζῴου κεκλῆσθαι καὶ τὸν ἐνιαυτὸν λυκάβαντα εἰσὶν οἳ λέγουσι. χαίρειν δὲ αὐτῷ καὶ τὸν Ἀπόλλω λόγος, καὶ ἡ αἰτία διαρρέουσα καὶ ἐς ἐμὲ ἀφίκετο. τὸν γάρ τοι θεὸν τοῦτον τεχθῆναί φασι τῆς Λητοῦς μεταβαλούσης τὸ εἶδος ἐς λύκαιναν. ταύτῃ τοι λέγει καὶ Ὅμηρος λυκηγενέι κλυτοτόξῳ· ταύτῃ τοι καὶ ἐν Δελφοῖς ἀνακεῖσθαι λύκον πέπυσμαι χαλκοῦν τὴν τῆς Λητοῦς ὠδῖνα αἰνιττόμενον. οἳ δὲ οὐ διὰ τοῦτό φασιν ἀλλὰ ἐπεὶ κλαπέντα ἀναθήματα ἐκ τοῦ νεὼ καὶ κατορυχθέντα ὑπὸ τῶν ἱεροσύλων λύκος κατεμήνυσε. παρελθὼν γὰρ ἐς τὸν νεὼν καὶ τῶν προφητῶν τινα τῆς ἐσθῆτος τῆς ἱερᾶς ἑλκύσας τῷ στόματι καὶ προσαγαγὼν μέχρι τοῦ τόπου ἐν ᾧ τὰ ἀναθήματα ἐκέκρυπτο εἶτα τοῖς προσθίοις ὤρυττεν αὐτόν.
27 κώμη Αἰγυπτία Χουσαὶ τὸ ὄνομα ʽτελεῖ δὲ ἐς τὸν Ἑρμουπολίτην νομόν, καὶ μικρὰ μὲν δοκεῖ, χαρίεσσά γε μήνʼ, ἐν ταύτῃ σέβουσιν Ἀφροδίτην Οὐρανίαν αὐτὴν καλοῦντες. τιμῶσι δὲ καὶ θήλειαν βοῦν, καὶ τὴν αἰτίαν ἐκείνην λέγουσι. πεπιστεύκασιν αὐτὰς προσήκειν τῇδε τῇ δαίμονι· πτοίαν γὰρ ἐς ἀφροδίσια ἰσχυρὰν ἔχει βοῦς θῆλυς, καὶ ὀργᾷ τοῦ ἄρρενος μᾶλλον. ἀκούσασα γοῦν τοῦ μυκήματος ἐς τὴν μίξιν θερμότατα ἐξηνέμωται καὶ ἐκπέφλεκται. καὶ οἱ ταῦτά γε συνιδεῖν δεινοὶ καὶ ἀπὸ τριάκοντα σταδίων ἀκούειν ταύρου βοῦν ἐρωτικὸν σύνθημα καὶ ἀφροδίσιον μυκωμένου φασί. καὶ αὐτὴν δὲ τὴν Ἶσιν Αἰγύπτιοι βούκερων καὶ πλάττουσι καὶ γράφουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi