Kitap 10
34
ὤφθησάν ποτε καὶ χελιδόνες λευκαί, ὡς Ἀλέξανδρος ὁ Μύνδιός φησιν. ἐν δὲ τῇ Ἀλεξάνδρου τοῦ Πύρρου παιδὸς σκηνῇ χελιδὼν νεοττεύουσα εἶτα μέντοι ἀτελῆ τὴν πρᾶξιν αὐτῷ ἐφʼ ἥνπερ οὖν ὡρμᾶτο ὑπεσήμηνεν οὐ πάνυ τι οὖσαν ἀγαθήν. καὶ Ἀντιόχῳ δὲ νεοττεύουσα ἐν αὐτοῦ τὰ μέλλοντά οἱ ἀπαντήσεσθαι ὑπῃνίξατο· ἀνελθὼν γὰρ ἐς τοὺς Μήδους εἶτα μέντοι οὐκ ἐπανῆλθεν ἐς τοὺς Σύρους, ἀλλʼ ἑαυτὸν κατά τινος ἔωσε κρημνοῦ. ὥρμητο δὲ ἄρα ἐπὶ πρᾶξιν οὐ χρηστὴν καὶ οὗτος. ἡνίκα δὲ ἐξέλιπε τὴν ἀκρόπολιν τὸ πρότερον Διονύσιος, συνανήχθησάν οἱ καὶ αἱ νεοττεύουσαι χελιδόνες ἐκεῖθι, καὶ ἐμαντεύοντο τὴν ἐπάνοδον. τιμᾶται δὲ ἡ χελιδὼν θεοῖς μυχίοις καὶ Ἀφροδίτῃ, μυχίᾳ μέντοι καὶ ταύτῃ.
35
οἱ πέρδικες ὅταν ἐπῳάζωσι, προβάλλονταί τινας θάμνους καὶ δάση ἕτερα ὑπὲρ τοῦ καὶ δρόσους καὶ ὄμβρους καὶ πᾶν ὅ τι ἂν ᾖ νοτερὸν ἀποστέγειν αὐτῶν. εἰ γὰρ διάβροχά πως γένοιτο, ἐὰν μὴ πάλιν ἡ τεκοῦσα ὑποθάλψῃ αὐτὰ ἐπελθοῦσα ταχέως, γίνεται ἄγονα. ἀθρόα δὲ καὶ πεντεκαίδεκα ᾠὰ ἀποτίκτει. Παφλαγόνων δὲ ἄρα περδίκων διπλῆν ὁρᾶσθαι καρδίαν Θεόφραστός πού φησιν. ἄθυρμα δὲ ὁ πέρδιξ τῆς Διὸς καὶ Λητοῦς ὥς ἐστιν ἄλλοι λέγουσιν.
36
εἶπον μὲν καὶ ἀνωτέρω περὶ τῶν κύκνων, εἰρήσεται δὲ ἄρα καὶ νῦν ὅσα οὐ πρότερον εἶπον. Ἀριστοτέλης λέγει ἐν τῇ θαλάττῃ τῇ Λιβύων φανῆναί ποτε κύκνων ἀγέλην, καὶ ἀκουσθῆναί τι μέλος αὐτῶν ὡς ἐκ χοροῦ τινος ὁμοφώνου, πάνυ μὲν ἡδύ, γοερόν γε μήν, καὶ οἷον ἐς οἶκτον ἐπικλάσαι τοὺς ἀκούοντας. καί τινας ἐπὶ τῷ μέλει φησὶ φανῆναι τεθνεῶτας αὐτῶν. φίλος δὲ ἦν ἄρα ὁ κύκνος πηγαῖς τε καὶ τενάγεσι καὶ λίμναις καὶ ταῖς ὅσαι πεφύκασιν ὑδάτων σύρροιαί τε καὶ ἀφθονίαι. ἐνταῦθα γοῦν καὶ τὰς ἑαυτοῦ μούσας αὐτὸν φιλοσοφεῖν οἱ σοφοὶ τούτων φασί.