Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 10

8 ὁ δελφὶς ὁ θῆλυς μαζοὺς ἔχει κατὰ τὰς γυναῖκας, καὶ θηλάζει τὰ βρέφη πάνυ ἀφθόνῳ καὶ πολλῷ τῷ γάλακτι. νήχονται δὲ κοινῇ μέν, καθʼ ἡλικίαν δὲ διακριθέντες· καὶ τῆς μὲν πρώτης τετάχαται οἱ νέοι καὶ ἁπαλοί, ἕπονται δὲ αὐτῶν τῇ νήξει οἱ τέλειοι. φιλότεκνον γὰρ καὶ φιλόστοργον ὁ δελφὶς ζῷον, καὶ ὑπὲρ τῶν βρεφῶν ὀρρωδεῖ. καὶ φυλακῆς χάριν ὡς ἐν φάλαγγι στρατιωτικῇ οἳ μὲν τῆς πρώτης εἰσίν, οἳ δὲ τῆς δευτέρας, οἳ δὲ τῆς τρίτης· καὶ προνήχονται μὲν οἱ νέοι, ἐπινήχονται δὲ αἱ θήλειαι, καὶ οἱ ἄρρενες οὐραγοῦσιν ἐφορῶντές τε καὶ παραφυλάττοντες τὴν τῶν ἐκγόνων τε καὶ τῶν γαμετῶν νῆξιν. τί πρὸς ταῦτα ὁ Νέστωρ, ὦ καλὲ Ὅμηρε, ὅνπερ οὖν ᾅδεις τακτικώτατον τῶν ἡρώων τῶν καθʼ ἑαυτὸν γεγονέναι;
9 ἔχιν ἐχίδνης οἳ μὲν τῷ γένει διαφέρειν, οὐ μέντοι τῇ φύσει φασί· τὸν μὲν γὰρ εἶναι ἄρρενα, τὴν δὲ θήλειαν. οἳ δὲ καὶ τῇ φύσει διαφέρειν οἴονται· ἀλλοῖον μὲν γὰρ τοῦτο εἶναι ζῷον, ἀλλοῖον δὲ ἐκεῖνο. ἀκούω δέ τινων λεγόντων τοὺς μὲν ὑπὸ τοῦ ἔχεως δηχθέντας σπᾶσθαι, οὐ μὴν τοὺς ὑπὸ τῆς ἐχίδνης. ἕτεροι δέ φασι τὸ μὲν τῆς ἐχίδνης δῆγμα εἶναι λευκόν, τὸ δὲ τοῦ ἔχεως οὐ τοιοῦτον, πελιδνὸν δέ. Νίκανδρος δέ φησιν ἐκ μὲν τοῦ δήγματος ὅπερ οὖν ὁ ἔχις ἐμφύει δύο ὀδόντων ἴχνη φαίνεσθαι· πλειόνων δέ, εἰ δάκοι ἡ ἔχιδνα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi