Kitap 11
1
ἀνθρώπων Ὑπεβορέων γένος καὶ τιμὰς Ἀπόλλωνος τὰς ἐκεῖθι ᾅδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑκαταῖος, οὐχ ὁ Μιλήσιος, ἀλλʼ ὁ Ἀβδηρίτης. ἃ δὲ λέγει πολλά τε καὶ σεμνὰ ἕτερα, οὔ μοι νῦν ἡ χρεία παρακαλεῖν δοκεῖ αὐτά, καὶ οὖν καὶ ἐς ἄλλον ὑπερθήσομαι χρόνον ἕκαστα εἰπεῖν, ἡνίκα ἐμοί τε ἥδιον καὶ τοῖς ἀκούουσι λῷον ἔσται· ἃ δὲ με μόνα ἥδε ἡ συγγραφὴ παρακαλεῖ ἔστι ταῦτα. ἱερεῖς εἰσι τῷδε τῷ δαίμονι Βορέου καὶ Χιόνης υἱεῖς, τρεῖς τὸν ἀριθμόν, ἀδελφοὶ τὴν φύσιν, ἑξαπήχεις τὸ μῆκος. ὅταν οὖν οὗτοι τὴν νενομισμένην ἱερουργίαν κατὰ τὸν συνήθη καιρὸν τῷ προειρημένῳ ἐπιτελῶσιν, ἐκ τῶν Ῥιπαίων οὕτω καλουμένων παρʼ αὐτοῖς ὀρῶν καταπέτεται κύκνων ἄμαχα τῷ πλήθει νέφη, καὶ περιελθόντες τὸν νεὼν καὶ οἱονεὶ καθήραντες αὐτὸν τῇ πτήσει, εἶτα μέντοι κατίασιν ἐς τὸν τοῦ νεὼ περίβολον, μέγιστόν τε τὸ μέγεθος καὶ τὸ κάλλος ὡραιότατον ὄντα. ὅταν οὖν οἵ τε ᾠδοὶ τῇ σφετέρᾳ μούσῃ τῷ θεῷ προσᾴδωσι καὶ μέντοι καὶ οἱ κιθαρισταὶ συγκρέκωσι τῷ χορῷ παναρμόνιον μέλος, ἐνταῦθά τοι καὶ οἱ κύκνοι συναναμέλπουσιν ὁμορροθοῦντες καὶ οὐδαμῶς οὐδαμῆ ἀπηχὲς καὶ ἀπῳδὸν ἐκεῖνοι μελῳδοῦντες, ἀλλὰ ὥσπερ οὖν ἐκ τοῦ χορολέκτου τὸ ἐνδόσιμον λαβόντες καὶ τοῖς σοφισταῖς τῶν ἱερῶν μελῶν τοῖς ἐπιχωρίοις συνᾴσαντες. εἶτα τοῦ ὕμνου τελεσθέντος οἳ δὲ ἀναχωροῦσι τῇ πρὸς τὸν δαίμονα τιμῇ τὰ εἰθισμένα λατρεύσαντες καὶ τὸν θεὸν ἀνὰ πᾶσαν τὴν ἡμέραν οἱ προειρημένοι ὡς εἰπεῖν χορευταὶ πτηνοὶ μέλψαντές τε ἅμα καὶ ᾅσαντες.