Kitap 11
19
μελλούσης δὲ οἰκίας καταφέρεσθαι αἰσθητικῶς ἔχουσιν οἵ τε ἐν αὐτῇ μύες καὶ μέντοι καὶ αἱ γαλαῖ, καὶ φθάνουσι τὴν καταφορὰν καὶ ἐξοικίζονται. τοῦτό τοί φασι καὶ ἐν Ἑλίκῃ γενέσθαι. ἐπειδὴ γὰρ ἠσέβησαν ἐς τοὺς Ἴωνας τοὺς ἀφικομένους οἱ Ἑλικήσιοι, καὶ ἐπὶ βωμοῦ ἀπέσφαξαν αὐτούς, ἐνταῦθα δήπου ʽτὸ Ὁμηρικὸν τοῦτὀ τοῖσιν δὲ θεοὶ τέραα προύφαινον· πρὸ πέντε γὰρ ἡμερῶν τοῦ ἀφανισθῆναι τὴν Ἑλίκην, ὅσοι μύες ἐν αὐτῇ ἦσαν καὶ γαλαῖ καὶ ὄφεις καὶ σκολόπενδραι καὶ σφονδύλαι καὶ τὰ λοιπὰ ὅσα ἦν τοιαῦτα, ἀθρόα ὑπεξῄει τῇ ὁδῷ τῇ ἐς Κερύνειαν ἐκφερούσῃ. οἱ δὲ Ἑλικήσιοι ὁρῶντες τὰ πραττόμενα ἐθαύμαζον μέν, οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν. ἐπεὶ δὲ ἀνεχώρησε τὰ προειρημένα ζῷα, νύκτωρ γίνεται σεισμός, καὶ συνιζάνει ἡ πόλις, καὶ ἐπικλύσαντος πολλοῦ κύματος ἡ Ἑλίκη ἠφανίσθη, καὶ κατὰ τύχην Λακεδαιμονίων ὑφορμοῦσαι δέκα