Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 11

20 νῆες συναπώλοντο τῇ προειρημένῃ. χρῆται δὲ ἅμα ἐς τιμωρίαν τῶν ἀσεβῶν ἀνδρῶν ὑπηρέταις τοῖς ζῴοις ἡ Δίκη. καὶ τὸ μαρτύριον, Παντακλῆς ὁ Λακεδαιμόνιος ἀναστείλας διὰ τῆς Σπάρτης ἐλθεῖν τοὺς ἐς Κύθηρα ἀπιόντας τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, εἶτα καθήμενος ἐν τῷ ἐφορείῳ ὑπὸ κυνῶν διεσπάσθη. ἐν Σικελίᾳ Ἀδρανός ἐστι πόλις, ὡς λέγει Νυμφόδωρος, καὶ ἐν τῇ πόλει ταύτῃ Ἀδρανοῦ νεώς, ἐπιχωρίου δαίμονος· πάνυ δὲ ἐναργῆ φησιν εἶναι τοῦτον. καὶ τἄλλα μὲν ὅσα ὑπὲρ αὐτοῦ λέγει, καὶ ὅπως ἐμφανής ἐστι καὶ ἐς τοὺς δεομένους εὐμενής τε ἅμα καὶ ἵλεως, ἄλλοτε εἰσόμεθα· νῦν δὲ ἐκεῖνα εἰρήσεται. κύνες εἰσὶν ἱεροί, καὶ οἵδε θεραπευτῆρες αὐτοῦ καὶ λατρεύοντές οἱ, ὑπεραίροντες τὸ κάλλος τοὺς Μολοττοὺς κύνας καὶ σὺν τούτῳ καὶ τὸ μέγεθος, χιλίων οὐ μείους τὸν ἀριθμόν. οὐκοῦν οὗτοι μεθʼ ἡμέραν μὲν αἰκάλλουσί τε καὶ σαίνουσι τοὺς ἐς τὸν νεὼν καὶ τὸ ἄλσος παριόντας, εἴτε εἶεν ξένοι εἴτε ἐπιχώριοι· νύκτωρ δὲ τοὺς μεθύοντας ἤδη καὶ σφαλλομένους κατὰ τὴν ὁδὸν οἳ δὲ πομπῶν δίκην καὶ ἡγεμόνων μάλα εὐμενῶς ἄγουσι, προηγούμενοι ἐς τὰ οἰκεῖα ἑκάστῳ, καὶ τῶν μὲν παροινούντων τιμωρίαν ἀρκοῦσαν ἐσπράττονται· ἐμπηδῶσι γὰρ καὶ τὴν ἐσθῆτα αὐτοῖς καταρρηγνύουσι, καὶ σωφρονίζουσιν ἐς τοσοῦτον αὐτούς· τούς γε μὴν πειρωμένους λωποδυτεῖν διασπῶσι πικρότατα.
21 κοχλίας δὲ ἄρα θαλάττιος ὁ ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γινόμενος ὡραιότατος ἰδεῖν ἦν καὶ μέγιστος. ἔστι μὲν γὰρ φοῖνιξ τὸ ἔλυτρον, ἔχει δὲ καὶ ἕλικα διηθισμένην καὶ πεποικιλμένην ὑπὸ τῆς φύσεως. στέφανον ἂν εἴποις ὁρᾶν ἔκ τινος πολυχροίας ἀνθῶν διαπλακέντα πρασίνων τε καὶ χρυσοειδῶν καὶ κινναβαρίνων, ἐναλλὰξ τῶν χρωμάτων κατεσπαρμένων διαστήμασιν ἴσοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi