Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 11

32 ἐν ἀμπελῶνι δὲ γεωργὸς εἰργάζετο τάφρον, ἵνα ἐμφυτεύσῃ κλῆμα καλόν τε καὶ εὐγενές· εἶτα τὴν σμινύην καταφέρων ὑποικουροῦσαν ἀσπίδα ἱερὰν καὶ ἀνθρώπων ἥκιστα ἐχθρὰν λαθὼν διέκοψε μέσην. καὶ τὴν γῆν διαξαίνων τὸ μὲν οὐραῖον βλέπων τῇ ψάμμῳ κατειλημμένον, τὸ δὲ ἡμίτομον τὸ ἐκ τῆς γαστρὸς ἐς τὴν δέρην ἀνιὸν ἔτι ἕρπον καὶ τοῦ λύθρου τοῦ διὰ τὴν τομὴν πεπληρωμένον, ἐκπλήττεται, καὶ ἔκφρων γενόμενος ἔς τε ὀρθὴν μανίαν καὶ ὡς τὰ μάλιστα ἰσχυρὰν ἐκφοιτᾷ. καὶ μεθʼ ἡμέραν ἑαυτοῦ τε καὶ τοῦ λογισμοῦ ἦν ἀκράτωρ καὶ μέντοι καὶ νύκτωρ ἦν παράφορος, καὶ ἐκ τοῦ ʽ??ʼέχους ἀνεθόρνυτο καὶ ἔλεγε τὴν ἀσπίδα διώκειν, καὶ ὥσπερ οὖν ὁμοῦ τι τῷ δήγματι ὢν ἐκπληκτικώτατα ἐβόα καὶ ἐκάλει συμμάχους, καὶ μέντοι καὶ τῆς ἀνῃρημένης ὑπʼ αὐτοῦ τὸ εἴδωλον ἔλεγεν ὁρᾶν βριμούμενόν τε καὶ ἀπειλοῦν, καὶ ὡμολόγει ποτὲ καὶ δεδῆχθαι, καὶ ὡς ὠδυνᾶτο ἐξ ὧν ᾤμωζεν ἦν δῆλος. ἐπεὶ μέντοι ἡ νόσος πόρρω τοῦ χρόνου ἦν, οἱ προσήκοντές οἱ τὸν ἄνδρα ἐς τοῦ Σαράπιδος ἄγουσιν ἱκέτην, καὶ ἐδέοντο ἀναστεῖλαι καὶ ἀφανίσαι τῆς προειρημένης τὸ φάσμα. οἰκτείρει μὲν οὖν τὸν ἄνδρα ὁ θεὸς καὶ ἰᾶται· ὡς δὲ ἀτιμώρητος οὐκ ἔμεινεν ἡ ἀσπὶς εἴρηται καὶ πάνυ γε ἀποχρώντως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi