Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 12

28 ἡ ἀηδὼν διὰ τοῦ θέρους καὶ τὴν χρόαν ἐκτρέπει ἐς εἶδος ἕτερον, καὶ μεταβάλλει τὸ φώνημα· οὐ γὰρ ᾅδει πολυήχως καὶ ποικίλως, ἑτέρως δὲ ἤπερ οὖν διὰ τοῦ ἦρος. κόσσυφος δὲ θέρους μὲν ᾅδει, χειμῶνος δὲ παταγεῖ καὶ τεταραγμένον φθέγγεται, καὶ τὴν χρόαν ὡς στολὴν μεταμφιεσάμενος ἀπὸ τοῦ πρόσθεν μέλανος ὑπόξανθός ἐστιν. ἥ γε μὴν κίχλη χειμῶνός ἐστι ψαροτέρα ἰδεῖν, θέρους δὲ τὸν αὐχένα ποικίλον ἐπιδείκνυσι. καὶ ἰχθῦς δὲ τὴν χρόαν μεταβλητικοὶ οἵδε, κίχλαι τε καὶ κόσσυφοι καὶ φυκίδες τε καὶ μαινίδες. οἱ δὲ θῶες, ὡς Ἀριστοτέλης λέγει, διὰ μὲν τοῦ θέρους εἰσὶ ψιλοί, δασεῖς δὲ διὰ τοῦ χειμῶνος.
29 ἐν Βουβάστῳ δὲ τῇ Αἰγυπτίᾳ λίμνη ἐστί, καὶ τρέφει σιλούρων πάμπολυ πλῆθος, καὶ χειροήθεις εἰσὶν οὗτοί γε καὶ ἰχθύων πραότατοι. καὶ ἐμβάλλουσιν αὐτοῖς ἄρτων τρύφη, οἳ δὲ ἀνασκιρτῶσι καὶ πηδῶντες ἄλλος πρὸ ἄλλου τὰς ἐμβαλλομένας τροφὰς ἐκλέγουσι. γίνεται δὲ ἄρα ὁ ἰχθὺς ὅδε καὶ ἐν ποταμοῖς, ὥσπερ οὖν ἐν τῷ Κύδνῳ τῷ Κιλικίῳ· βραχὺς δὲ οὗτός ἐστι τὸ μέγεθος. τὸ δὲ αἴτιον, οὐ τρέφει τοῦτον ἀφθόνως διειδὲς νᾶμα καὶ καθαρὸν καὶ προσέτι καὶ ψυχρόν ʽτοιοῦτος δὲ ὁ Κύδνος ἐστίʼ, τεθολωμένῳ δὲ καὶ ἰλύος μεστῷ φιληδεῖ μᾶλλον καὶ ἐνταῦθα πιαίνεται. Πύραμος δὲ καὶ Σάρος τρέφουσι τούτων ἁδροτέρους, καὶ οὗτοι δὲ Κίλικές εἰσιν. εἶεν δʼ ἂν οἱ αὐτοὶ τρόφιμοι καὶ Ὀρόντου τοῦ Σύρων, καὶ μέντοι καὶ Πτολεμαῖος ποταμὸς μεγίστους τρέφει, καὶ λίμνη δὲ ἡ Ἀπαμεῖτις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi