Kitap 12
36
τὸ ὕδωρ ὁ Κρᾶθις λευκῆς χρόας ποιητικὸν μεθίησι. τὰ γοῦν πρόβατα πιόντα αὐτοῦ καὶ οἱ βόες καὶ πᾶσα ἡ τετράπους ἀγέλη, καθά φησι Θεόφραστος, λευκὰ ἐκ μελάνων γίνεται ἢ πυρρῶν. καὶ ἐν Εὐβοίᾳ δὲ οἱ βόες λευκοὶ τίκτονται σχεδὸν πάντες, ἔνθεν τοι καὶ ἀργίβοιον ἐκάλουν οἱ ποιηταὶ τὴν Εὔβοιαν.
37
οἰνοχόου βασιλικοῦ ʽκαὶ ἦν ὁ βασιλεὺς Νικομήδης ὁ Βιθυνῶνʼ ἀλεκτρυὼν ἠράσθη Κένταυρος ὄνομα, καὶ λέγει Φίλων τοῦτο. ἠράσθη δὲ ἄρα καὶ κολοιὸς ὡραίου παιδός. καὶ μελίττας δέ τινας ἐρωτικὰς εἶναι πέπυσμαι, εἰ καὶ αἱ πλείους σωφρονοῦσιν.
38
τὴν σφίγγα ὑπόπτερον γράφουσί τε καὶ πλάττουσι πᾶν ὅσον περὶ χειρουργίαν σπουδαῖον καὶ πεπονημένον. ἀκούω δὲ καὶ ἐν Κλαζομεναῖς σῦν γενέσθαι πτηνόν, ἥπερ οὖν ἐλυμαίνετο τὴν χώραν τὴν Κλαζομενίαν· καὶ λέγει τοῦτο Ἀρτέμων ἐν τοῖς Ὅροις τοῖς Κλαζομενίων. ἔνθεν τοι καὶ χῶρος ἐκεῖ κέκληται ὑὸς πτερωτῆς ὀνομαζόμενός τε καὶ ᾀδόμενος. τοῦτο δὲ εἴ τῳ δοκεῖ μῦθος εἶναι, δοκείτω, ἐμὲ δʼ οὖν περὶ ζῴου λεχθὲν καὶ μὴ λαθὸν οὐκ ἐλύπησεν εἰρημένον.
39
ἁλίᾳ τῇ Συβάρεως παριούσῃ ἐς ἄλσος Ἀρτέμιδος ʽἦν δὲ ἐν Φρυγίᾳ τὸ ἄλσοσʼ δράκων ἐπεφάνη θεῖος, μέγιστος τὴν ὄψιν, καὶ ὡμίλησεν αὐτῇ. καὶ ἐντεῦθεν οἱ καλούμενοι Ὀφιογενεῖς τῆς σπορᾶς τῆς πρώτης ὑπῆρξαν.
40
τιμῶσι δὲ ἄρα Δελφοὶ μὲν λύκον, Σάμιοι δὲ πρόβατον, Ἀμπρακιῶταί γε μὴν τὸ ζῷον τὴν λέαιναν· τὰ δὲ αἴτια τῆς ἑκάστου τιμῆς εἰπεῖν οὐκ ἔστιν ἔξω τῆσδε τῆς σπουδῆς. Δελφοῖς μὲν χρυσίον ἱερὸν σεσυλημένον καὶ ἐν τῷ Παρνασῷ κατορωρυγμένον ἀνίχνευσε λύκος, Σαμίοις δὲ καὶ αὐτοῖς τοιοῦτο χρυσίον κλαπὲν πρόβατον ἀνεῦρε, καὶ ἐντεῦθεν Μανδρόβουλος ὁ Σάμιος τῇ Ἥρᾳ πρόβατον ἀνάθημα ἀνῆψε· καὶ τὸ μὲν Πολέμων λέγει τὸ πρότερον, τὸ δὲ Ἀριστοτέλης τὸ δεύτερον. Ἀμπρακιῶται δέ, ἐπεὶ τὸν τύραννον αὐτῶν Φαΰλον διεσπάσατο λέαινα, τιμῶσι τὸ ζῷον αἴτιον αὐτοῖς ἐλευθερίας γεγενημένον. Μιλτιάδης δὲ τὰς ἵππους τὰς τρὶς Ὀλύμπια ἀνελομένας ἔθαψεν ἐν Κεραμεικῷ, καὶ Εὐαγόρας δὲ ὁ Λάκων καὶ ἐκεῖνος Ὀλυμπιονίκας ἵππους ἔθαψε μεγαλοπρεπῶς.