Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 12

43 ἐνύδρου δὲ θήρας διαφοραὶ τέτταρες, φασί, δικτυεία καὶ κόντωσις καὶ κυρτεία καὶ ἀγκιστρεία προσέτι. καὶ ἡ μὲν δικτυεία πλουτοφόρος, καὶ ἔοικεν ἁλισκομένῳ στρατοπέδῳ καὶ αἱρουμένοις αἰχμαλώτοις τισί, καὶ δεῖται χορηγίας ποικίλης, οἷον σπάρτου καὶ λίνου λευκοῦ καὶ μέλανος ἄλλου καὶ κυπείρου καὶ φελλῶν μολίβου τε καὶ πίτυος καὶ ἱμάντων καὶ ῥοῦ καὶ λίθου καὶ βύβλου καὶ κεράτων καὶ νεὼς ἑξήρους ἄξονός τε καὶ σκυταλίδων καὶ κοττάνης καὶ τυμπάνου καὶ σιδήρου καὶ ξύλων καὶ πίττης. ἐμπίπτει δὲ γένη τε ἰχθύων διάφορα καὶ ἀγέλαι ποικίλαι τε καὶ πολλαί. ἡ δὲ κόντωσίς ἐστι μὲν τῶν ἄλλων ἀνδρειοτάτη, καὶ δεῖται θηρατοῦ ῥωμαλεωτάτου. παρεῖναι δὲ χρὴ κάμακα ὀρθὴν ἐλατίνην καὶ σχοινία σπάρτινα πυρεῖά τε πεύκης τῆς λιπαρωτάτης· δεῖται δὲ καὶ νεὼς μικρᾶς καὶ ἐρετῶν συντόνων καὶ βραχίονας ἀγαθῶν. ἡ δὲ κυρτεία δολερωτάτη θήρα καὶ ἐπιβουλοτάτη δεινῶς ἐστι, καὶ ἐλευθέροις πρέπειν δοκεῖ ἥκιστα. δεῖται δὲ ὁλοσχοίνων τε ἀβρόχων καὶ λύγου καὶ χερμάδος καὶ εὐναίων καὶ φύκους θαλαττίου σχοίνων τε καὶ κυπαρίττου κόμης καὶ φελλῶν καὶ ξύλων καὶ δελέατος καὶ νεὼς μικρᾶς. ἡ δὲ ἀγκιστρεία σοφωτάτη ἐστὶ καὶ τοῖς ἐλευθέροις πρεπωδεστάτη. δεῖται δὲ ἄρα ἱππείων τριχῶν, τὰς χρόας καὶ λευκὰς καὶ μελαίνας καὶ πυρρὰς καὶ μεσαιπολίους· τῶν δὲ βαπτομένων ἐγκρίνουσι τὰς γλαυκὰς καὶ τὰς ἁλιπορφύρους· αἱ γὰρ ἄλλαι πᾶσαι πονηραί, φασίν. χρῶνται δὲ καὶ τῶν ἀγρίων συῶν ταῖς θριξὶ ταῖς ὀρθαῖς καὶ τερμίνθῳ δέ, καὶ χαλκῷ πλείστῳ καὶ μολίβῳ καὶ σπαρτίναις καὶ πτεροῖς, μάλιστα μὲν λευκοῖς καὶ μέλασιν καὶ ποικίλοις. χρῶνταί γε μὴν οἱ ἁλιεῖς καὶ φοινικοῖς ἐρίοις καὶ ἁλουργέσι καὶ φελλοῖς καὶ ξύλοις· καὶ σιδήρου καὶ ἄλλων δέονται, ἐν δὲ τοῖς καὶ καλάμων εὐφυῶν καὶ ἀβρόχων καὶ ὁλοσχοίνων βεβρεγμένων καὶ νάρθηκος ἐξεσμένου καὶ ῥάβδου κρανείας καὶ χιμαίρας κεράτων καὶ δέρματος. ἄλλος δὲ ἄλλῳ τούτων ἰχθὺς αἱρεῖται, καὶ τάς γε θήρας ἤδη εἶπον αὐτῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi