Kitap 12
6
ἦσαν δὲ ἄρα δελφῖνες καὶ νεκρῶν μνήμονες καὶ τῶν συννόμων ἀπελθόντων τοῦ βίου οὐδαμῶς προδόται. τὸν γοῦν ἑαυτῶν τεθνεῶτα ὑποδύντες εἶτα μέντοι κομίζουσι φοράδην ἐς τὴν γῆν τοῖς ἀνθρώποις πιστεύοντες θάψαι, καὶ Ἀριστοτέλης μαρτυρεῖ τούτῳ· ἕπεται δὲ πλῆθος ἕτερον οἱονεὶ τιμῶντες ἢ καὶ νὴ Δία ὑπερμαχοῦντες, μή ποτε ἄλλο κῆτος ἐπιδράμῃ καὶ τὸν νεκρὸν ἁρπάσαν εἶτα καταδαίσηται. ὅσοι μὲν οὖν εἰσιν ἔνδικοι καὶ τῆς μουσικῆς ἐπαΐοντες, τῆς τῶν δελφίνων φιλομουσίας αἰδοῖ θάπτουσιν αὐτούς· οἱ δὲ ἀπό τε Μουσῶν φασιν ἀπό τε Χαρίτων ἀκηδῶς αὐτῶν ἔχουσι. καὶ δότε συγγνώμην, ὦ δελφῖνες φίλοι, τῇ τῶν ἀνθρώπων ἀγριότητι, εἴγε καὶ Ἀθηναῖοι Φωκίωνα τὸν χρηστὸν ἔρριψαν ἄταφον. καὶ Ὀλυμπιὰς δὲ ἔκειτο γυμνὴ ἡ τεκοῦσα τὸν τοῦ Διός, ὡς ἐκόμπαζέ τε αὐτὴ καὶ ἐκεῖνος ἔλεγε. καὶ τὸν Ῥωμαῖον Πομπήιον τὸν Μέγαν ἐπίκλην ἀποκτείναντες Αἰγύπτιοι τοσαῦτα ἐργασάμενον καὶ νίκας νικήσαντα ἄγαν σεμνὰς καὶ θριαμβεύσαντα τρὶς καὶ τὸν τοῦ φονέως πατέρα σώσαντα καὶ ἐς τὴν Αἰγυπτίων βασιλείαν ἐπαναγαγόντα εἴασαν ἐρριμένον, ἄμοιρον τῆς κεφαλῆς, πλησίον τῆς θαλάττης καὶ ἐκεῖνον, ὡς ὑμᾶς πολλάκις ἐῶσι. τὸ γάρ τοι ζῷον τὸ πάμβορον τοῦτο οὐδὲ ὑμῶν φείδεται, ἀλλὰ καὶ ὑμᾶς ταρίχους ἐργάσασθαι τολμῶσι, καὶ σφᾶς αὐτοὺς λελήθασι ταῖς Μούσαις ταῖς Διὸς θυγατράσι ταῦτα ἀπὸ θυμοῦ δρῶντες.