Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 12

8 ζῷόν ἐστιν ὁ πυραύστης, ὅπερ οὖν χαίρει μὲν τῇ λαμπηδόνι τοῦ πυρὸς καὶ προσπέτεται τοῖς λύχνοις ἐνακμάζουσιν, ἐμπεσὼν δὲ ὑπὸ ῥύμης εἶτα μέντοι καταπέφλεκται. μέμνηται δὲ αὐτοῦ καὶ Αἰσχύλος ὁ τῆς τραγῳδίας ποιητὴς λέγων δέδοικα μωρὸν κάρτα πυραύστου μόρον.
9 ὁ δὲ κίγκλος ζῷόν ἐστι πτηνὸν ἀσθενὲς τὰ κατόπιν, καὶ διὰ τοῦτό φασι μὴ ἰδίᾳ μηδὲ καθʼ ἑαυτὸν δυνάμενον αὐτὸν νεοττιὰν συμπλέξαι, ἐν ταῖς ἄλλων δὲ τίκτειν. ἔνθεν τοι καὶ τοὺς πτωχοὺς κίγκλους ἐκάλουν αἱ τῶν ἀγροίκων παροιμίαι. κινεῖ δὲ τὰ οὐραῖα πτερά, ὥσπερ οὖν ὁ παρὰ τῷ Ἀρχιλόχῳ κηρύλος. μέμνηται δὲ καὶ τοῦ ὄρνιθος τοῦδε Ἀριστοφάνης ἐν τῷ Ἀμφιαράῳ λέγων ὀσφὺν δʼ ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλος ἀνδρὸς πρεσβύτου, τελέειν δʼ ἀγαθὴν ἐπαοιδήν. καὶ ἐν τῷ Γήρᾳ λορδοῦ κιγκλοβάταν ῥυθμόν. καὶ Αὐτοκράτης ἐν Τυμπανισταῖς οἷα παίζουσιν φίλαι παρθένοι Λυδῶν κόραι κοῦφα πηδῶσαι κόμαν, κἀνακρούουσαι χεροῖν, Ἐφεσίαν παρʼ Ἄρτεμιν καλλίσταν, καὶ τοῖν ἰσχίοιν τὸ μὲν κάτω τὸ δʼ αὖ εἰς ἄνω ἐξαίρουσα, οἷα κίγκλος ἅλλεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi