Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 14

16 αἶγες ἄγριοι οἱ τὰς Λιβύων ἄκρας ἐπιστείβοντές εἰσι κατὰ τοὺς βοῦς τὸ μέγεθος ἰδεῖν, τούς γε μὴν μηροὺς καὶ τὰ στέρνα καὶ τοὺς τραχήλους κομῶσι θριξὶ δασυτάταις, καὶ σὺν τούτοις καὶ τὴν γένυν. τὰ μέτωπα μὲν ἀγκύλοι καὶ περιφερεῖς, καὶ τὰ ὄμματα χαροποί, σκέλη δὲ αὐτοῖς ἐστι κολοβά. κέρατα μετὰ τὴν πρώτην σύμφυσιν ἀλλήλων ἀπηρτημένα καὶ πλάγια· οὐ γάρ τί που κατὰ τοὺς ὀρειβάτας αἶγας τοὺς ἄλλους ὀρθά ἐστι, κάτεισι δὲ ἐγκάρσια καὶ ἐς τοὺς ὤμους προήκοντα. οὕτως ἄρα μήκιστά ἐστιν. ἐκ δὲ τῶν λόφων τῶν ὑπεράκρων, οὓς ἐρίπνας οἵ τε νομευτικοὶ φιλοῦσιν ὀνομάζειν καὶ ποιητῶν παῖδες,· ῥᾳδίως ἐς ἕτερον πάγον πηδῶσιν· ἁλτικώτατοι γὰρ αἰγῶν ἁπάντων οἵδε εἰσίν. εἴ γε μὴν καὶ πέσοι τις πορρωτέρω τοῦ ὑποδεξομένου ὄντος αὐτὸν ἢ ὡς ἐκείνου ἐφικέσθαι, τῷ δὲ ἄρα μελῶν περίεστι τοσοῦτον κράτος, ὡς ἀσινῆ μένειν κατενεχθέντα αὐτόν. θραύει γοῦν οὐδὲ ἕν, εἰ καὶ πέσοι κατὰ ῥωγάδος, οὐ κέρας, οὐ βρέγμα· ἔστι δὲ καρτερὰ καὶ προσόμοια τῇ τῆς πέτρας ἀντιτυπίᾳ. οἱ πλεῖστοι μὲν οὖν τούτων ἐν ταῖς ἀκρωρείαις αὐταῖς ἄρκυσι καὶ ἀκοντίοις καὶ ποδάγραις αἱροῦνται, σοφίᾳ δὲ ἄρα τῇ τε ἄλλῃ ἐν κυνηγέταις ἀνδράσι καὶ οὖν καὶ αἰγοθηρικῇ· θηρῶνται δὲ καὶ ἐν πεδίοις, καὶ φυγεῖν ἐνταῦθα ἀσθενεῖς εἰσιν. αἱρήσει οὖν αὐτοὺς καὶ ὅστις ἐστὶ βραδὺς τοὺς πόδας. ἦν δὲ ἄρα ἀγαθὸν δορά τε καὶ κέρατα· ἡ μὲν γὰρ δορὰ ἐν χειμῶσι τοῖς σφοδροτάτοις τὸν κρυμὸν πελάζειν οὐκ ἐᾷ νομευτικοῖς καὶ ὑλουργοῖς ἀνδράσι· κέρατα δὲ ἐκεῖνα ἀρύσασθαι καὶ πιεῖν ἐκ ποταμοῦ παραρρέοντος ἢ πηγῆς τινος ἀνατελλούσης ἐν ὥρᾳ θερείῳ χρηστὰ καὶ δίψος ἀκέσασθαι λυσιτελῆ· παρέχει γὰρ ἀμυστὶ πιεῖν τῶν ἁδρῶν κυλίκων μεῖον οὐδὲ ἕν, ἕως ἂν ψύξῃς τὸ ἆσθμα καὶ σβέσῃς τὸ ὑπεκκαῖόν τε πᾶν καὶ ἀναφλέγον. οὐκοῦν εἰ τὰ ἔνδον καθαρθείη ὑπό τινος ξέειν κέρατα δεινοῦ, καὶ τρία μέτρα ῥᾳδίως αὐτοῖν δέξαιτο τὸ ἕτερον ἄν.
17 εἰσὶ δὲ ἄρα καὶ χελῶναι θρέμμα Λιβύης, οὐλόταται ὅσα ἰδεῖν, ὄρειοι δὲ αὗται, καὶ ἔχουσι τὸ χελώνιον ἐς βάρβιτα ἀγαθόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi