Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 14

7 περὶ στρουθοῦ δὲ τῆς μεγάλης εἴποι τις ἂν καὶ ἐκεῖνα. ἡ γαστὴρ αὐτῆς ἀνῃρημένης εὑρίσκεται καθαιρομένη λίθους ἔχουσα, οὕσπερ οὖν καταπιοῦσα ἡ στρουθὸς ἐν τῷ ἐχίνῳ φυλάττει καὶ πέττει τῷ χρόνῳ. εἶεν δʼ ἂν οὗτοι καὶ ἀνθρώπων πέψεως ἀγαθόν, νεῦρα δὲ τὰ ταύτης καὶ λίπος ἀνθρωπείων νεύρων ἀγαθά ἐστιν. ἁλίσκεται μὲν οὖν αὕτη ὑπὸ ἵππων· θεῖ μὲν γὰρ ἐς κύκλον, ἀλλʼ ἐξωτέρω περιθέουσα· οἱ δὲ ἱππεῖς τῷ ἐνδοτέρω ὑποτέμνονται κύκλῳ, καὶ ἔλαττον περιιόντες ἀπειποῦσαν τῷ δρόμῳ ἀγρεύουσιν αὐτὴν χρόνῳ. λαμβάνεται δὲ καὶ τοῦτον τὸν τρόπον. καλιὰν ἐργάζεται ταπεινὴν ἐν τῷ δαπέδῳ, τὴν ψάμμον διαγλύψασα τοῖς ποσί. καὶ τὸ μὲν μεσαίτατον αὐτῆς κοῖλόν ἐστι, τὰ χείλη δὲ τὰ κύκλῳ ὑψηλὰ ἐργάζεται, ἀποτειχίζουσα τρόπον τινά, ἵνα τὸ ἐκ Διὸς ὕδωρ ἀποστέγῃ τὰ χείλη, καὶ μὴ ἐσρέῃ τῇ καλιᾷ, καὶ ἐπικλύζῃ τῆς στρουθοῦ τοὺς νεοττοὺς ὄντας ἁπαλούς. τίκτει δὲ καὶ ὑπὲρ τὰ ὀγδοήκοντα, οὐ μὴν ἀθρόα ἐκγλύφει, οὐδὲ ἐν ταὐτῷ χρόνῳ πάρεισιν ἐς τὸ φῶς πάντα, ἀλλὰ τὰ μὲν ἤδη τέτεκται, ἄλλα δὲ ἔτι ἐν τοῖς ᾠοῖς ὑποπήγνυται, τὰ δὲ ὑποθάλπεται. ὅταν οὖν ἐν τούτοις ᾖ ἐκείνη, θεασάμενος ἀνήρ τις οὐκ ἄφρων ἀλλὰ τῆς τοιαύτης θήρας πεπειραμένος, αἰχμὰς περὶ τὴν καλιὰν πήγνυσι τεθηγμένας, ὀρθὰς δὲ ἄρα κατὰ τοῦ σαυρωτῆρος πήγνυσι, καὶ ὁ σίδηρος ἐκλάμπει, καὶ ἀναχωρήσας ἐλλοχᾷ τὸ πραττόμενον. ἐπάνεισιν οὖν ἐκ τῆς νομῆς ἡ στρουθὸς ἐρῶσα τῶν νεοττῶν ἰσχυρῶς καὶ διψῶσα αὐτῶν τῆς συνουσίας. καὶ τὰ μὲν πρῶτα περιβλέπει δεῦρο καὶ ἐκεῖσε καὶ ἑλίττει τὸ ὄμμα, δεδοικυῖα μή τις αὐτὴν θεάσηται· εἶτα μέντοι νικωμένη ὑπὸ τοῦ ἱμέρου καὶ οἰστρουμένη, τὰς πτέρυγας ἁπλώσασα ὡς ἱστίον, δρόμῳ φερομένη συντόνῳ καὶ ῥοίζῳ ἐσήλατο ἐς τὴν ἑαυτῆς καλιὰν καὶ οἴκτιστα ταῖς αἰχμαῖς ἐμπαλαχθεῖσα καὶ περιπαρεῖσα ἀποθνήσκει. ἐφίσταται οὖν ὁ θηρατὴς καὶ ᾕρηκε σὺν τῇ μητρὶ τοὺς ἐκγόνους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi