Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 14

13 ζῴων δʼ ἂν εἴη με εἰπεῖν καὶ τὸ ἴδιον αὐτῶν. ὁ τῶν Ἰνδῶν βασιλεὺς ἐπιδόρπια σιτεῖται ταῦτα, οἷα δήπου Ἕλληνες ἐντραγεῖν αἰτοῦσι, φοινίκων τῶν χαμαιζήλων· ἐκεῖνος σκώληκά τινα ἐν τῷ φυτῷ τικτόμενον σταθευτὸν ἐπιδειπνεῖ γλύκιστον, ὡς Ἰνδῶν λέγουσι λόγοι, καί φασιν οἱ τὴν ἡδονὴν τὴν τοσαύτην ἐκ τοῦ σιτεῖσθαι καὶ ἐμέ γε αἱροῦσι λέγοντες. ἔπαικλα δέ οἱ καὶ ἐκεῖνά ἐστι, κύκνων τε ᾠὰ καὶ τὰ τῶν χερσαίων στρουθῶν καὶ χηνῶν. τὰ μὲν οὖν ἄλλα οὐ μέμφομαι αὐτῷ, κύκνων γε μὴν Ἀπόλλωνι μὲν λατρευόντων ᾠδικωτάτων δὲ ὡς ἡ φήμη διαρρέουσα λέγει ἐπιβουλεύειν ἐκγόνοις καὶ διαφθείρειν τὰ ᾠά, ὦ Ἰνδοὶ φίλοι, οὐκέτι.
14 Λιβυστίνων γε μὴν περὶ δορκάδων καὶ κεμάδων τῶν ἐκεῖθι εἰπεῖν αἱρεῖ με θυμὸς τὰ νῦν ταῦτα. ὤκισται μέν εἰσιν αἱ δορκάδες, καὶ ὅμως τοὺς ἵππους τοὺς Λίβυας οὐ διαδιδράσκουσι. λαμβάνονται δὲ καὶ ἄρκυσι. φαιαὶ δʼ εἰσὶ τὴν γαστέρα, καὶ αὐταῖς ἥδε ἡ χρόα ἐς τὰς λαπάρας ἄνεισι· παρʼ ἑκάτερα δὲ τῆς νηδύος μέλαιναι ταινίαι καθέρπουσιν αὐταῖς. ξανθαί γε μὴν τὸ λοιπὸν σῶμά εἰσι, μακραὶ τοὺς πόδας, μέλαιναι τὸ ὄμμα, τὴν κεφαλὴν κέρασι κεκοσμημέναι, τὰ δὲ ὦτα αὐταῖς ἐστι μήκιστα. ἥ γε μὴν καλουμένη

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi