Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 15

13 ὁ δὲ αἱμόρρους ʽεἴη δʼ ἂν γένος ἔχεως οὗτοσʼ μάλιστα ἐν τοῖς πετρώδεσι χηραμοῖς ἤθη τε ἔχει καὶ διατριβάς. μῆκός τε σώματος εἴληχε πόδα, πλάτος δὲ ἐξ εὐρείας τῆς κεφαλῆς μείουρος κάτεισιν ἔστε ἐπὶ τὴν οὐράν· καὶ πῇ μὲν φλογώδης ἰδεῖν ἐστι, πῇ δὲ δεινῶς μέλας· φρίττει δὲ τὴν κεφαλὴν οἱονεὶ κέρασί τισιν. ἕρπει δὲ ἥσυχος ἐπιθλίβων τὰς τῆς νηδύος φολίδας, λοξὸν δὲ οἶμον πρόεισιν. ἠρέμα οὖν ὑπηχεῖ, ὡς καταγνῶναι νωθείαν αὐτοῦ καὶ οὐδένειαν. δακὼν δὲ νύγμα ἐργάζεται, καὶ τοῦτό γε ἰδεῖν ἐστι παραχρῆμα κυανοῦν, καρδιώττει γε μὴν ὁ πληγεὶς μάλα οἴκτιστα, ἐκκρίνει δὲ ἡ γαστὴρ ὀχετούς. νὺξ δὲ ἀφίκετο ἡ πρώτη, καὶ αἷμα ἐκρεῖ διά τε ῥινῶν καὶ αὐχένος καὶ μέντοι καὶ διʼ ὤτων σὺν ἰῷ χολώδει, οὖρα δὲ ἀφίησιν ὕφαιμα ἡ κύστις. εἰ δὲ καὶ ὠτειλαί εἰσί τινες παλαιαὶ περὶ τὸ σῶμα, ῥήγνυνται καὶ αὗται. εἰ δὲ θῆλυς αἱμόρρους κρούσει τινὶ μεθίησιν ἐκ τῶν ὀνύχων ἄκρων, καὶ ἐς τὰ οὖλα ὁ ἰὸς ἀναθεῖ, καὶ αἷμα ἐκχεῖται πάμπολυ, καὶ ἐκθλίβονται τῶν οὔλων οἱ ὀδόντες. τούτῳ φασὶ τῷ θηρίῳ περιπεσεῖν ἐν Αἰγύπτῳ τὸν τοῦ Μενέλεω κυβερνήτην Κάνωβον Θώνιδος βασιλεύοντος, καὶ συνεῖσαν τὴν Ἑλένην τοῦ δακέτου τὴν ἰσχὺν κατάξαι μὲν αὐτοῦ τὴν ῥάχιν, ἐξελεῖν δὲ τὸ φάρμακον. ἐς τίνα δὲ ἄρα χρείαν ἔσπευσε λαβεῖν τὸ θησαύρισμα τοῦτο, οὐκ οἶδα.
14 κομίζουσι δὲ ἄρα τῷ σφετέρῳ βασιλεῖ οἱ Ἰνδοὶ τίγρεις πεπωλευμένους καὶ τιθασοὺς πάνθηρας καὶ ὄρυγας τετράκερως, βοῶν δὲ γένη δύο, δρομικούς τε καὶ ἄλλους ἀγρίους δεινῶς. ἐκ τούτων γε τῶν βοῶν καὶ τὰς μυιοσόβας ποιοῦνται, καὶ τὸ μὲν ἄλλο σῶμα παμμέλανές εἰσιν οἵδε, τὰς δὲ οὐρὰς ἔχουσι λευκὰς ἰσχυρῶς. καὶ περιστερὰς ὠχρὰς κομίζουσιν, ἅσπερ οὖν καὶ λέγουσι μήτε ἡμεροῦσθαι μήτε ποτὲ πραΰνεσθαι, καὶ ὄρνιθας δέ, οὓς κερκορώνους φιλοῦσιν ὀνομάζειν, καὶ κύνας γενναίους, ὑπὲρ ὧν ἄνω μοι λέλεκται, καὶ πιθήκους λευκοὺς καὶ μελαντάτους ἄλλους· τοὺς γάρ τοι πυρροὺς ὡς γυναιμανεῖς ἐς τὰς πόλεις οὐκ ἄγουσιν, ἀλλὰ καί ποθεν ἐπιπηδήσαντες ἀναιροῦσιν, ὡς μοιχοὺς μεμισηκότες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi