Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 15

25 πλουσίους ὑπὲρ αὐτῶν ἐπὶ πολλῷ φιλονεικεῖν μηδὲ τοὺς δεσπότας ἀλλὰ καὶ τοὺς θεωμένους, οἷα δήπου καὶ ὁ Ἰδομενεὺς ὁ Κρὴς καὶ ὁ Λοκρὸς Αἴας παρʼ Ὁμήρῳ φιλονεικοῦντε ἀποδείκνυσθον. εἰσὶ δὲ καὶ ἕτεροι παρʼ αὐτοῖς βόες, ἰδεῖν κατὰ τοὺς μεγίστους τράγους· καὶ αὐτοὶ δὲ καθʼ ἑαυτοὺς ζεύγνυνται, καὶ τρέχουσιν ὤκιστα, καὶ τῶν ἵππων γε τῶν Γετικῶν οὐκ εἰσὶ νωθέστεροι. Λόγος ἔχει τοὺς ἵππους τοὺς πίνοντας ἐκ τοῦ Κοσσινίτου ποταμοῦ ʽἔστι δὲ οὗτος ἐν Θρᾴκᾐ δεινῶς ἐκθηριοῦσθαι· ἐκδίδωσι δὲ ὁ ποταμὸς οὗτος ἐς τὴν Ἀβδηριτῶν, καὶ ἀναλίσκεται ἐς τὴν Βιστονικὴν λίμνην. ἐνταῦθά τοι καὶ τὰ βασίλεια γενέσθαι ποτὲ Διομήδους τοῦ Θρᾳκός, ᾧ καὶ αἱ ἀνήμεροι ἐκεῖναι ἵπποι κτῆμα ἦσαν ὁ Ἡράκλειος ἆθλος. τὸ δὲ αὐτό φασι πάσχειν καὶ τοὺς ἵππους τοὺς ἐκ τῆς Ποτνιάδος κρήνης πίνοντας. αἱ δὲ Ποτνιαὶ τὸ χωρίον, ἔνθα ἡ κρήνη, οὐ μακρὰν ἀπὸ Θηβῶν ἐστιν. Ὠρείτας δὲ λέγουσι καὶ Γεδρωσίους ἰχθῦς παραβάλλειν τοῖς ἵπποις χόρτον. Κελτοὺς δὲ ἀκούω καὶ τοῖς βουσὶ καὶ τοῖς ἵπποις ἰχθῦς διδόναι δεῖπνον. ἐνταῦθά τοι λέγουσι καὶ τοὺς ἵππους τὴν ἀποπνοὴν τὴν ἐκ τῶν ἀνθρώπων φεύγοντας ἐς τὰ νοτιώτερα τῆς Εὐρώπης φέρεσθαι, μάλιστα ὅταν οἱ νότοι καταπνέωσι. καὶ Μακεδόνας δὲ καὶ Λυδοὺς ὁμολογοῦσί τινες καὶ αὐτοὺς ἰχθύσι τοὺς ἑαυτῶν ἵππους τρέφειν, καὶ τὰ πρόβατα δὲ τὰ Λύδια καὶ τὰ Μακεδονικὰ ἐκ τῶν αὐτῶν πιαίνεσθαι λέγουσιν. ἐν Μυσοῖς δὲ τῶν θηλειῶν ἵππων ἀναβαινομένων ἐπηύλουν τινές, οἷον ὑμέναιόν τινα τοῦτον τοῖς τῶν ἵππων γάμοις ἐπᾴδοντες· τάς τε ἵππους ὑπὸ τοῦ μέλους θελγομένας τάχιστα ἐγκύμονας γίνεσθαι, καὶ οὖν καὶ καλοὺς τοὺς πώλους ἀποτίκτειν. καὶ ἐκεῖνο δὲ περὶ ἵππων ἤκουσα. τοὺς πρεσβυτέρους ἤδη φασὶ καὶ προήκοντας τὴν ἡλικίαν ἀσθενῆ γεννᾶν τὰ ἐξ αὐτῶν ἔκγονα· τά τε γὰρ ἄλλα καὶ τοὺς πόδας ἀγεννεῖς ἔχειν. βίον δὲ ἵππων ἀριθμοῦσιν ἐς τοσάδε ἔτη· τῶν μὲν ἀρρένων ἐς πέντε καὶ τριάκοντα, Ἀριστοτέλης δʼ ὁ Νικομάχου λέγει πέντε καὶ ἑβδομήκοντα ἔτη διαβιῶναι ἵππον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi