Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 15

28 λέγουσι δὲ καὶ τοὺς σκῶπας ʽὧν καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ μέμνηται λέγων πολλοὺς αὐτοὺς περὶ τὸ ἄντρον τὸ τῆς Καλυψοῦς εὐνάζεσθαἰ καὶ ἐκείνους ἁλίσκεσθαι ὀρχήσει. ἄνδρες δὲ ὀρχηστικοί φασι καὶ ὀρχήσεως εἶδός τι ἐξ αὐτῶν κεκλῆσθαι, καὶ εἴ γε αὐτοῖς χρὴ πιστεύειν, ἡ ὄρχησις αὕτη σκὼψ κέκληται. καὶ τὸ μιμεῖσθαι δέ τινα ἐπὶ τὸ γελοιότερον καὶ διαπαίζειν ἥδιστον δοκεῖ τοῖσδε τοῖς ὄρνισιν· ἔνθεν τοι καὶ ἐτράπη ὁ λόγος, καὶ ἡμεῖς τὸ σκώπτειν οὕτω καλοῦμεν. λέγεται δὲ ὁ σκὼψ οὗτος μικρότερος εἶναι γλαυκὸς καὶ τὴν χρόαν ἔχειν μολίβῳ προσεοικυῖαν τῷ βαθυτάτῳ, ἔχειν δὲ τὰ πτερὰ αὐτοῦ φασι στίγματα ὑπόλευκα. ἀναφαίνει τε δύο ἀπὸ τῶν ὀφρύων παρʼ ἑκάτερον τὸν κρόταφον πτερά. Καλλίμαχος δὲ δύο φησὶν εἶναι γένη σκωπῶν, καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ συγκεκληρῶσθαι σιωπῇ· καὶ τοὺς μὲν αὐτῶν λέγεσθαι σκῶπας, τοὺς δὲ ἀείσκωπας. λέγει δὲ Ἀριστοτέλης τοὺς παρʼ Ὁμήρῳ διὰ τοῦ σίγμα μὴ λέγεσθαι, ἀλλὰ ἁπλῶς ὀνομάζεσθαι κῶπας. τοὺς οὖν τιθέντας τὸ σίγμα ἁμαρτάνειν τῆς κατὰ τὸ ὄνομα ἀληθείας καὶ τῆς Ὁμήρου περὶ τὸν ὄρνιν κρίσεώς τε καὶ γνώσεως. καὶ ταῖς μὲν ἄλλαις ὥραις τοῦ ἔτους μὴ ἐσθίεσθαι αὐτούς, ἐν δὲ τῷ μετοπώρῳ δύο ἡμέραις ἢ μιᾷ τοὺς θηρωμένους, ἀλλὰ τούτους γε ἐδωδίμους εἶναι. τῶν δὲ ἀεισκώπων διαφέρουσιν οἱ σκῶπες τῷ πάχει, παραπλήσιοι δέ εἰσι τὴν ἰδέαν τρυγόνι τε καὶ φάττῃ.
29 ἀλλὰ τό γε τῶν Πυγμαίων ἔθνος ἀκούω καὶ
30 ἐκεῖνο καθʼ ἑαυτὸ βασιλεύεσθαι, καὶ οὖν καὶ γενέσθαι παρʼ αὐτοῖς ἐκλείποντος ἄρρενος βασιλέως βασιλίδα τινὰ καὶ κρατῆσαι τῶν Πυγμαίων, Γεράναν ὄνομα, ἥνπερ οὖν ἐκθεοῦντες οἱ Πυγμαῖοι σεμνοτέραις ἢ κατʼ ἄνθρωπον ἐτίμων τιμαῖς. ἐκ τούτων οὖν ἐκείνη φασὶ τὴν διάνοιαν ἐξηνεμώθη, καὶ τὰς θεὰς παρʼ οὐδὲν ἐτίθετο. μάλιστα δὲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν καὶ τὴν Ἄρτεμιν καὶ τὴν Ἀφροδίτην οὐδὲ ἴκταρ ἔλεγε βάλλειν πρὸς τὸ αὐτῆς κάλλος. οὔκουν ἔμελλεν ἁμαρτήσεσθαι κακοῦ νοσοῦσα τοιαῦτα· κατὰ γὰρ τὸν τῆς Ἥρας χόλον ἐς ὄρνιν αἰσχίστην τὸ εἶδος τὸ ἐξ ἀρχῆς ἤμειψε, καὶ ἔστιν ἡ νῦν γέρανος, καὶ πολεμεῖ τοῖς Πυγμαίοις, ὅτι αὐτὴν ἐξέμηναν τῇ πέρα τιμῇ καὶ ἀπώλεσαν.
← Önceki 20 / 20

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi