Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 15

3 ἐν δὲ τῷ ῥίῳ τῷ Βιβωνικῷ θύννων ἔθνη μυρία. καὶ οἳ μὲν αὐτῶν κατὰ τοὺς σῦς εἰσι μονίαι καὶ καθʼ ἑαυτοὺς νήχονται μέγιστοι ὄντες, οἳ δὲ συνδυασθέντες· καί ἐστον κατὰ τοὺς λύκους συννόμω, ἄλλοι δὲ κατʼ ἀγέλας, ὥσπερ οὖν τὰ αἰπόλια, πλατείας νομὰς νενεμημένοι. ἐπιτέλλοντος δὲ τοῦ Σειρίου καὶ τῆς ἀκτῖνος ἐνακμαζούσης ὀξύτατα, ἐπὶ τὸν Εὔξεινον στέλλονται· καὶ τοῦ κύματος αὐτοῖς ἐμπύρου δοκοῦντος, ἀλλήλοις συνυφασμένοι νήχονται, καὶ τῇ τῶν σωμάτων συναφῇ σκιᾶς τινος ἁμωσγέπως μεταλαγχάνουσιν.
4 λέγει δὲ Δημόστρατος, ἀνὴρ ἁλιευτικῆς σοφίας ἐπιστήμων ναὶ μὰ Δία καὶ ἑρμηνεῦσαι χρηστός, εἶναί τινα ἰχθὺν ὡραῖον τὸ εἶδος, καὶ καλεῖσθαι σελήνην τοῦτον, τὸ μέγεθος βραχύν, κυανοῦν τὸ εἶδος, πλατὺν τὸ σχῆμα. τὰ νῶτα δὲ οἱ λοφιὰς ἔχειν καὶ τάσδε ἀνατείνειν ὁ αὐτός φησι· μαλακὰς δὲ εἶναι αὐτὰς καὶ οὔτε ἀντιτύπους οὔτε τραχείας. ταύτας οὖν, ὅταν ὁ ἰχθὺς οὗτος ὑπονήχηται, διαιρεῖσθαι καὶ ἀποδεικνύναι κύκλου ἡμίτομον, καὶ εἶναι σελήνης ὅσα ἰδεῖν τῆς διῃρημένης σχῆμα. καὶ ταῦτα μὲν Κύπριοι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi