Kitap 15
6
θύννων δὲ ἄρα ᾑρημένων τῇ θήρᾳ τῇ Ποντικῇ ʽἐγὼ δʼ ἂν φαίην ὅτι καὶ Σικελικῇ· ἢ τί καὶ βουλόμενος ἂν τὸν ἡδὺν Θυννοθήραν ὁ Σώφρων ἔγραψε; πάντως δὲ καὶ ἀλλαχόθι ἄγραι τῶνδε τῶν θύννων εἰσίʼ τῷ οὖν δικτύῳ ἤδη περιπλακέντων αὐτῶν Ποσειδῶνι πάντες εὔχονται ἀλεξικάκῳ τηνικάδε. καὶ ὁπόθεν καὶ τοῦδε τοῦ δαίμονος ἀξιῶ τὸ ὄνομα εἰπεῖν, ἐμαυτὸν καὶ μάλα γε ἀπαιτῶν τε καὶ βουλόμενος ἐπευφήμησα τοῦτό οἱ, δέονται τοῦ Διὸς ἀδελφοῦ τοῦ θαλάττης κρατοῦντος μήτε τὸν ἰχθὺν τὸν ξιφίαν τῇδε τῇ ἴλῃ συνέμπορον ἀφικέσθαι μήτε μὴν δελφῖνα. ὁ γοῦν γενναῖος ξιφίας πολλάκις τὸ δίκτυον διέκειρε, καὶ ἀφῆκεν ἐλεύθερον διεκπαῖσαι τὴν ἀγέλην. καὶ δελφὶς δὲ ἐπίβουλον δικτύῳ ζῷον· διατραγεῖν γάρ τοι δεινός ἐστιν.
7
ὕεται ἡ Ἰνδῶν γῆ διὰ τοῦ ἦρος μέλιτι ὑγρῷ, καὶ ἔτι πλέον ἡ Πρασίων χώρα, ὅπερ οὖν ἐμπῖπτον ταῖς πόαις καὶ ταῖς τῶν ἑλείων καλάμων κόμαις, νομὰς τοῖς βουσὶ καὶ τοῖς προβάτοις παρέχει θαυμαστάς, καὶ τὰ μὲν ζῷα ἑστιᾶται ἡδίστην τήνδε ἐστίασιν ʽμάλιστα γὰρ ἐνταῦθα οἱ νομεῖς ἄγουσιν αὐτά, ἔνθα καὶ μᾶλλον ἡ δρόσος ἡ γλυκεῖα κάθηται πεσοῦσἀ, ἀνθεστιᾷ δὲ καὶ τὰ ζῷα τοὺς νομέας· ἀμέλγουσι γὰρ περιγλύκιστον γάλα, καὶ οὐ δέονται ἀναμίξαι αὐτῷ μέλι, ὅπερ οὖν δρῶσιν Ἕλληνες.