Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 16

1 ἀνὴρ πορφυρεὺς ὅταν θηράσῃ πορφύραν, οὐκ ἐς ἀνθρώπων τροφήν, ἀλλʼ ἐς ἐρίων βαφήν, εἰ μέλλοι μένειν ἡ ἐκ τοῦ ζῴου χρόα δευσοποιὸς καὶ δυσέκνιπτος καὶ οἵα τὴν βαφὴν ἐργάσασθαι γνησίαν ἀλλʼ οὐ δεδολωμένην, μιᾷ λίθου καταφορᾷ διαφθείρει τὴν πορφύραν αὐτοῖς ὀστράκοις. ἐὰν δὲ κουφοτέρα ἡ πληγὴ γένηται, καταλειφθῇ δὲ τὸ ζῷον ἔτι ἔμπνουν, ἀχρεῖός ἐστιν ἐς τὴν βαφὴν ἡ δεύτερον βληθεῖσα τῷ λίθῳ πορφύρα· ὑπὸ γὰρ τῆς ὀδύνης ἐξανάλωσε τὴν βαφὴν ἀναποθεῖσαν ἐς τὸν τῆς σαρκὸς ὄγκον ἢ ἄλλως ἐκρυεῖσαν. τοῦτό τοι καὶ Ὅμηρος οἶδέ φασι, καὶ τοὺς ἀποθνήσκοντας ἀθρόως τῷ τῆς πορφύρας θανάτῳ καταλαμβάνεσθαί φησι, τὸ ᾀδόμενον ἐν τοῖς ἑαυτοῦ μέτροις ἀναμέλπων ἐκεῖνος ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
2 ἐν Ἰνδοῖς μανθάνω σιττακοὺς ὄρνεις γίνεσθαι, ὧνπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην· ἃ δὲ πρότερον ὑπὲρ αὐτῶν οὐκ εἶπον, ταῦτά μοι λεχθῆναι νῦν δοκεῖ πρεπωδέστατα. γένη τρία αὐτῶν ἀκούω· οἱ πάντες δὲ οὗτοι μαθόντες ὡς παῖδες, οὕτως καὶ αὐτοὶ γίνονται λάλοι καὶ φθέγγονται φθέγμα ἀνθρωπικόν. ἐν δὲ ταῖς ὕλαις ὀρνίθων μὲν ἀφιᾶσιν ἦχον, φωνὴν δὲ εὔσημόν τε καὶ εὔστομον οὐ προΐενται, ἀλλʼ εἰσὶν ἀμαθεῖς καὶ οὔπω λάλοι. γίνονται δὲ καὶ ταῶς ἐν Ἰνδοῖς τῶν πανταχόθεν μέγιστοι, καὶ πελειάδες χλωρόπτιλοι· φαίη τις ἂν πρῶτον θεασάμενος καὶ οὐκ ἔχων ἐπιστήμην ὀρνιθογνώμονα, σιττακὸν εἶναι καὶ οὐ πελειάδα. χείλη δὲ ἔχουσι καὶ σκέλη τοῖς ἐν Ἕλλησι πέρδιξι τὴν χρόαν προσεοικότα. ἀλεκτρυόνες δὲ γίνονται μεγέθει μέγιστοι, καὶ ἔχουσι λόφον οὐκ ἐρυθρὸν κατά γε τοὺς ἡμεδαπούς, ἀλλὰ ποικίλον κατὰ τοὺς ἀνθινοὺς στεφάνους. τὰ δὲ πτερὰ τὰ πυγαῖα ἔχουσιν οὐ κυρτὰ οὐδὲ ἐς ἕλικα ἐπικαμφθέντα ἀλλὰ πλατέα, καὶ ἐπισύρουσιν αὐτά, ὥσπερ οὖν καὶ οἱ ταῶς, ὅταν μὴ ὀρθώσωσί τε καὶ ἀναστήσωσιν αὐτά. χρόαν δὲ ἔχει τὰ πτερὰ τῶν Ἰνδῶν ἀλεκτρυόνων χρυσωπόν τε καὶ κυαναυγῆ κατὰ τὴν σμάραγδον λίθον.
1 / 24 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi