Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 16

16 παρὰ τοῖς Ἀριανοῖς τοῖς Ἰνδικοῖς χάσμα Πλούτωνός ἐστι, καὶ κάτω τινὲς ἀπόρρητοι σύριγγες καὶ ὁδοὶ κρυπταὶ καὶ διαδρομαὶ ἀνθρώποις μὲν ἀθέατοι, βαθεῖαι δʼ οὖν καὶ ἐπὶ μήκιστον προήκουσαι· γενόμεναι δὲ πῶς καὶ ὀρωρυγμέναι τρόπῳ τῷ, οὔτε Ἰνδοὶ λέγουσιν, οὔτε ἐγὼ μαθεῖν πολυπραγμονῶ. ἄγουσιν οὖν Ἰνδοὶ καὶ ὑπὲρ τὰ τρισμύρια ἐνταῦθα κτήνη προβάτων τε καὶ αἰγῶν καὶ βοῶν καὶ ἵππων· καὶ ἕκαστος τῶν ἢ ἐνύπνιον ἢ ὄτταν τινὰ ἢ φήμην ἢ ὄρνιν οὐκ εὔεδρον ὑφορωμένων ἀντὶ τῆς ἑαυτοῦ ζωῆς ἐμβάλλει κατὰ τὴν οἴκοθεν δύναμιν, ἑαυτὸν λυτρούμενος καὶ διδοὺς ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς τὴν τοῦ ζῴου. τὰ δὲ ἄγεται οὔτε δεσμοῖς ἐπαγόμενα οὔτε ἐλαυνόμενα ἄλλως, ἑκόντα δὲ τὴν ὁδὸν τήνδε ἀνύτει ἕλξει τινὶ καὶ ἴυγγι ἀπορρήτῳ. εἶτα ἐπιστάντα τῷ στομίῳ ἑκόντα ἐμπηδᾷ, καὶ ὄψει μὲν ἀνθρωπίνῃ οὐκ ἔστιν οὐκέτι σύνοπτα ἐς γῆς χάσμα ἀπόρρητόν τε καὶ ἀχανὲς ἐμπεσόντα, ἀκούονται δʼ οὖν ἄνω βοῶν μὲν μυκηθμοί, τῶν δὲ οἰῶν βληχή, χρεμετισμὸς δὲ τῶν ἵππων καὶ μηκὴ τῶν αἰγῶν. καὶ εἴ τις ἐπιπολῆς βαδίζοι καὶ προχωροίη τὸ οὖς παραβάλλων, ἀκούσεται ἐπὶ μήκιστον τῶν προειρημένων. οὐδὲ ἐκλείπει ποτὲ ὁ συμμιγὴς ἦχος, ἐπιπεμπόντων ὁσημέραι τὰ ὑπὲρ ἑαυτῶν ζῷα. εἰ μὲν οὖν τὰ πρόσφατα ἐξακούεται μόνα ἢ καὶ τῶν πρώτων τινά, οὐκ οἶδα, ἀκούεται δʼ οὖν. καὶ εἴρηταί μοι ζῴων τῶν ἐκεῖ καὶ τοῦτο ἴδιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi