Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 16

6 ἐν Ἰνδοῖς γίνεται ζῷον κροκοδείλῳ χερσαίῳ παραπλήσιον ἰδεῖν· μέγεθος δὲ αὐτῷ κυνιδίου Μελιταίου εἴη ἄν. περίκειται δὲ ἄρα φολίδα τραχεῖαν οὕτω καὶ πυκνήν, ὥστε ὅταν δαρῇ ῥίνης αὐτοῖς ἔργα παρέχει. διατέμνει δὲ καὶ χαλκόν, καὶ τὸν σίδηρον διεσθίει. καλοῦσι δὲ φαττάγην αὐτό.
7 Συροπέρδιξ γίνεται περὶ τὴν Ἀντιόχειαν τὴν Πισιδίας, καὶ σιτεῖται καὶ λίθους· μικρότερος δέ ἐστι τοῦ πέρδικος καὶ μέλας τὴν χρόαν, πυρρὸς δὲ τὸ ῥάμφος. οὐχ ἡμεροῦται δὲ κατὰ τὸν ἄλλον, οὐδὲ γίνεται τιθασός, ἀλλʼ ἄγριος ἐς τὸ ἀεὶ διαμένει. ἔστι δὲ οὐ μέγας, βρωθῆναί τε ἡδίων τοῦ ἑτέρου, καὶ τὴν σάρκα πως δοκεῖ πυκνότερος.
8 ἡ δὲ Ἰνδῶν θάλαττα ὕδρους θαλαττίους τίκτει πλατεῖς τὰ οὐράς· τίκτουσι δὲ καὶ λίμναι μεγίστους ὕδρους. οἱ δὲ θαλάττιοι ὄφεις οἵδε κάρχαρον ἐοίκασι μᾶλλον ἔχειν τὸ δῆγμα ἤπερ οὖν ἰῶδες.
9 ἐν Ἰνδοῖς ἵππων τε ἀγρίων καὶ ὄνων τοιούτων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi