Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 16

11 Ποηφάγον ἐν Ἰνδοῖς ζῷόν ἐστι, καὶ πέφυκέ γε διπλάσιον ἵππου τὸ μέγεθος. οὐρὰν δὲ ἔχει δασυτάτην καὶ μελαίνης ἀκράτως χρόας, καὶ εἶεν αὗται αἱ τρίχες καὶ τῶν ἀνθρωπείων λεπτότεραι ἄν, καὶ ἐν μεγάλῳ τίθενται ταύτας ἔχειν Ἰνδῶν αἱ γυναῖκες· καὶ γάρ τοι παραπλέκονται ἐξ αὐτῶν καὶ κοσμοῦνται μάλα ὡραίως, ταῖς πλοκαμῖσι ταῖς συμφύτοις καὶ ταύτας ὑποδέουσαι. προήκει δὲ καὶ ἐς δύο πήχεις ἑκάστης τὸ μῆκος τριχός, ἐκ μιᾶς δὲ ῥίζης ὁμοῦ τι καὶ τριάκοντα θυσανηδὸν ἐκπεφύκασι. ζῴων δὲ ἄρα ἁπάντων τοῦτο δειλότατον ἦν· ἐὰν γὰρ ὑπό τινος ὀφθῇ καὶ αἴσθηται βλεπόμενον, ᾗ ποδῶν ἔχει φεύγει, καὶ κέχρηται προθυμίᾳ μᾶλλον ἢ σκελῶν ὠκύτητι. καὶ διώκεται μὲν ὑπὸ ἱππέων καὶ κυνῶν ἀγαθῶν δραμεῖν· ἐὰν μέντοι συνίδῃ ὅτι ἄρα ἁλίσκεσθαι μέλλει, τὴν οὐρὰν ἀπέκρυψεν ἔν τινι δάσει, αὐτὸ δὲ ἀντιπρόσωπον ἕστηκε, καὶ δοκεύει τοὺς θηρατάς, καὶ ὑποθαρρεῖ πως, καὶ οἴεται μηκέτι φανεῖσθαι περισπούδαστον, τῆς οὐρᾶς μὴ βλεπομένης· ἐκείνην γὰρ οἶδέν οἱ εἶναι τὸ κάλλος. κενὴν δὲ ἄρα ἴσχει τὴν ὑπὲρ τοῦδε φαντασίαν· βάλλει γάρ τις αὐτὸ βέλει πεφαρμαγμένῳ, καὶ ἀποκτείνας ἀποκόψει τὴν οὐράν, τὸ ἆθλον τῆς ἄγρας. καὶ δείρας τὸ πᾶν σῶμα ʽἀγαθὸν γὰρ καὶ ἡ δοράʼ ἀφῆκε τὸν νεκρόν· σαρκῶν γὰρ τῶν ἐκείνου δέονται Ἰνδοὶ οὐδὲ ἕν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi