Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

1 Ἀλέξανδρος ἐν τῷ περίπλῳ τῆς Ἐρυθρᾶς θαλάττης λέγει ὄφεις ἑορακέναι τετταράκοντα πήχεων τὸ μῆκος, καὶ γένος καρκίνων, οἷς τὸ μὲν ὄστρακον τὴν περιφέρειαν εἶχε πανταχόθεν πόδα, χηλαὶ δὲ ἠρτημέναι μέγισται προεῖχον, ἐπιβουλεύεσθαι δὲ ὑπʼ οὐδενὸς αὐτούς. τὸ δὲ αἴτιον, ἱεροὶ λέγονται Ποσειδῶνος. καὶ ἀφιέρωνται τῷ θεῷ, οἷον ἀναθήματα εἶναι ἐκείνου ἀσινῆ τε καὶ ἀνεπιβούλευτα οἱ καρκίνοι.
2 Κλείταρχος ἐν τῇ περὶ τὴν Ἰνδικήν φησι γίνεσθαι ὄφεις πήχεων ἑκκαίδεκα. γίνεσθαι δὲ καὶ ἄλλο τι γένος ὄφεων ὑμνεῖ, οὐ κατὰ τοὺς ἑτέρους τὸ εἶδος· βραχυτέρους· μὲν γὰρ εἶναι πολλῷ, ποικίλους γε μὴν τὴν χρόαν ὁρᾶσθαι, ὥσπερ οὖν φαρμάκοις καταγραφέντας· τοὺς μὲν γὰρ χαλκοειδεῖς ταινίας ἔχειν ἀπὸ τῆς κεφαλῆς ἐς τὴν οὐρὰν καθερπούσας, τοὺς δὲ ἀργύρῳ προσεικασμένας, πεφοινιγμένας ἄλλους, καὶ μέντοι καὶ χρυσοφαεῖς τινας. δακεῖν δὲ ἄρα καὶ ἀποκτεῖναι ὤκιστα δεινοὺς αὐτοὺς λέγει οὗτος.
3 ἐν τῷ ἐννάτῳ τῶν περὶ Πτολεμαῖον λόγων λέγει Νύμφις ἐν τῇ γῇ τῇ Τρωγλοδύτιδι γίνεσθαι ἔχεις ἄμαχόν τι μέγεθος, εἰ πρὸς τοὺς ἄλλους ἔχεις ἀντικρίνοιντο· εἶναι γὰρ πήχεων καὶ πεντεκαίδεκα· τάς γε μὴν χελώνας εἶναι τοσαύτας τὸ χελώνιον, ὡς χωρεῖν μεδίμνους Ἀττικοὺς καὶ ἓξ αὐτό.
4 ἔστι δὲ καὶ πρηστὴρ ὄφεων γένος, ὅσπερ οὖν εἰ δάκοι, τὰ μὲν πρῶτα νωθεῖς ἀπεργάζεται καὶ ἥκιστα κινητικούς, εἶτα μέντοι κατʼ ὀλίγον ἀρρώστους καὶ ἀναπνεῖν ἀδυνάτους· καὶ μέντοι καὶ λήθην καταχεῖ τῆς γνώμης τὸ δῆγμα, καὶ τὴν κύστιν ἐπέχει, καὶ λιπότριχας ἀποφαίνει, εἶτα ἕπεται πνιγμός, καὶ σπᾶσθαι ποιεῖ, καὶ τὸ τέλος τοῦ βίου ἀλγεινότατον.
1 / 20 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi