Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

27 ἐν τῇ Λιβύων χώρᾳ ἔθνος ἦν φασι τὸ καλούμενον Νόμαιον. καὶ τὰ μὲν ἄλλα διευτυχοῦντες εὐνόμου μάλα καὶ εὐδαίμονος ναὶ μὰ Δία λήξεως εἶτα ἠφανίσθησαν τελέως, λεόντων αὐτοῖς ἐπελθόντων πλήθει τε παμπόλλων καὶ μεγέθει μεγίστων καὶ τὴν τόλμαν ἀμάχων, ὑφʼ ὧν πανδημεί τε καὶ παγγενεὶ διαφθαρέντες εἶτα ἐς τὸ παντελὲς ἀπώλοντο. λεόντων γὰρ ἀθρόων ἐπιδημία χρῆμα ἀπρόσμαχον.
28 Εὐφορίων δὲ ἐν τοῖς Ὑπομνήμασι λέγει τὴν Σάμον ἐν τοῖς παλαιτάτοις χρόνοις ἐρήμην γενέσθαι· φανῆναι γὰρ ἐν αὐτῇ θηρία μεγέθει μὲν μέγιστα, ἄγρια δέ, καὶ προσπελάσαι τῳ δεινά, καλεῖσθαί γε μὴν νηάδας. ἅπερ οὖν καὶ μόνῃ τῇ βοῇ ῥηγνύναι τὴν γῆν. παροιμίαν οὗν ἐν τῇ Σάμῳ διαρρεῖν τὴν λέγουσαν ʽμεῖζον βοᾷ τῶν νηάδων.ʼ ὀστᾶ δὲ ἔτι καὶ νῦν αὐτῶν δείκνυσθαι μεγάλα ὁ αὐτός φησι.
29 τοῦ Ἰνδῶν βασιλέως ἐλαύνοντος ἐπὶ τοὺς πολεμίους δέκα μυριάδες ἐλεφάντων προηγοῦνται μαχίμων. ἑτέρους δὲ ἀκούω τρισχιλίους τοὺς μεγίστους τε καὶ ἰσχυροτάτους ἕπεσθαι, οἵπερ οὖν εἰσι πεπαιδευμένοι τὰ τείχη τῶν πολεμίων ἀνατρέπειν, ἐμπεσόντες ὅταν κελεύσῃ ὁ βασιλεύς· ἀνατρέπουσι δὲ τοῖς στήθεσι. καὶ λέγει μὲν ταῦτα Κτησίας, ἀκοῦσαι γράφων. ἰδεῖν δὲ ἐν Βαβυλῶνι ὁ αὐτὸς λέγει τοὺς φοίνικας αὐτορρίζους ἀνατρεπομένους ὑπὸ τῶν ἐλεφάντων τὸν αὐτὸν τρόπον, ἐμπιπτόντων τῶν θηρίων αὐτοῖς βιαιότατα· δρῶσι δὲ ἄρα, ἂν ὁ Ἰνδὸς ὁ πωλεύων αὐτοὺς κελεύσῃ δρᾶσαι τοῦτο αὐτοῖς.
30 Ζηνόθεμις λέγει Παιονίδα λίμνην τινὰς φέρειν ἰχθῦς, οὕσπερ οὖν εἰ παραβάλοι τις ἀσπαίροντας τοῖς βουσίν, οἳ δὲ ἐμφοροῦνται αὐτῶν μάλα ἀσμένως, ὡς οἱ λοιποὶ τοῦ χόρτου. νεκρῶν δὲ τῶν ἰχθύων οὐκ ἂν πάσαιντο ἔτι οἱ βόες, ἐκεῖνος λέγει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi