Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

35 ἐν λόγοις Κρητικοῖς Ἀντήνωρ λέγει τῇ τῶν καλουμένων Ῥαυκίων πόλει ἔκ τινος δαιμονίου προσβολῆς ἐπιφοιτῆσαι μελιττῶν σμῆνος, αἵπερ οὖν ᾅδονται χαλκοειδεῖς, ἐγχριμπτούσας δὲ ἄρα αὐτοῖς τὰ κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν. ὧνπερ οὖν ἐκείνους τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος καὶ μέντοι καὶ ἐς χῶρον ἐλθεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρητικῶς εἴπω, Ῥαῦκον, εἰ καὶ τοῦ χωρίου ὁ δαίμων ἤλαυνεν αὐτούς, ἀλλὰ γοῦν τελέως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντες. λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μέν, εἶναι δʼ οὖν, καὶ πικρὰ ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν.
36 καμήλου κρέας ἥδεται λέων ἐσθίων. καὶ τὸ μαρτύριον, Ἡρόδοτος λέγει ταῖς Ξέρξου καμήλοις ταῖς τὸν σῖτον φερούσαις ἐπιθέσθαι λέοντας. τὰ δὲ ἄλλα οὐκ ἐσίνοντο, οὐχ ὑποζύγιον, οὐκ ἄνθρωπον, ἦ δʼ ὅς. ὀλίγα δὲ Ἡρόδοτος ᾔδει ἐξετάζων τροφὴν λεόντων Θρᾳκίων· ἴσασι δὲ καὶ Ἄραβες ταῦτα, καὶ ὅσοι λεόντων καὶ καμήλων μητέρα τε ἅμα καὶ τροφὸν γῆν ἔχουσιν. οὐκ ἂν γοῦν θαυμάσαιμι εἰ φύσει τινὶ ἀπορρήτῳ λέων ἥδεται καμήλου κρέας καὶ μὴ θεασάμενος φαγεῖν, εἴ ποτε ἐντύχοι· ἡ γὰρ φυσικὴ ἐπιθυμία καὶ τοὺς οὐκ ἰδόντας ἐς τὴν τῆς τροφῆς ἐπιθυμίαν ἀναφλέγει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi