Kitap 17
37
Ἀμῶντες ἄνθρωποι, τὸν ἀριθμὸν ἑκκαίδεκα, τοῦ ἡλίου καταφλέγοντος δίψει πιεζόμενοι ἕνα ἑαυτῶν ἀπέστειλαν ἐκ πηγῆς γειτνιώσης κομίσαι ὕδωρ. οὐκοῦν ὁ ἀπιὼν τὸ μὲν δρέπανον τὸ ἀμητικὸν διὰ χειρὸς εἶχε, τὸ δὲ ἀρυστικὸν ἀγγεῖον κατὰ τοῦ ὤμου ἔφερεν. ἐλθὼν δὲ καταλαμβάνει ἀετὸν ὑπό τινος ὄφεως ἐγκρατῶς τε καὶ εὐλαβῶς περιπλακέντα. ἔτυχε δὲ ἄρα καταπτὰς μὲν ἐπʼ αὐτὸν ὁ ἀετός, οὐ μὴν τῆς ἐπιβουλῆς ἐγκρατὴς ἐγένετο, οὐδὲ ʽτοῦτο δὴ τὸ Ὁμηρικὸνʼ τοῖς ἑαυτοῦ τέκνοις τὴν δαῖτα ἐκόμισεν, ἀλλὰ τοῖς ἐκείνου περιπεσὼν ἕρμασιν ἔμελλεν οὐ μὰ Δίʼ ἀπολεῖν ἀλλʼ ἀπολεῖσθαι. εἰδὼς οὖν ὁ γεωργὸς τὸν μὲν εἶναι Διὸς ἄγγελον καὶ ὑπηρέτην, εἰδώς γε μὴν κακὸν θηρίον τὸν ὄφιν, τῷ δρεπάνῳ τῷ προειρημένῳ διακόπτει τὸν θῆρα, καὶ μέντοι καὶ τῶν ἀφύκτων ἐκείνων εἱργμῶν τε καὶ δεσμῶν τὸν ἀετὸν ἀπολύει. ὁδοῦ μέντοι πάρεργον τῷ ἀνδρὶ ταῦτα καὶ δὴ διεπέπρᾳκτο, ἀρυσάμενος δὲ τὸ ὕδωρ ἧκε, καὶ πρὸς τὸν οἶνον κεράσας ὤρεξε πᾶσιν, οἱ δὲ ἄρα ἔπιον καὶ ἀμυστὶ καὶ πολλὰς ἐπὶ τῷ ἀρίστῳ. ἔμελλε δὲ καὶ αὐτὸς ἐπʼ ἐκείνοις πίεσθαι· ἔτυχε γάρ πως ὑπηρέτης κατʼ ἐκεῖνο τοῦ καιροῦ ἀλλʼ οὐ συμπότης ὤν. ἐπεὶ δὲ τοῖς χείλεσι τὴν κύλικα προσῆγεν, ὁ σωθεὶς ἀετὸς ζωάγρια ἐκτίνων οἱ καὶ κατὰ τύχην ἀγαθὴν ἐκείνου ἔτι διατρίβων περὶ τὸν χῶρον ἐμπίπτει τῇ κύλικι, καὶ ἐκταράττει αὐτήν, καὶ ἐκχεῖ τὸ ποτόν. ὃ δὲ ἠγανάκτησεν ʽκαὶ γὰρ ἔτυχε διψῶνʼ καὶ λέγει ʽεἶτα μέντοι σὺ ἐκεῖνος ὤνʼ ʽκαὶ γὰρ τὸν ὄρνιν ἐγνώρισἐ ʽτοιαύτας ἀποδίδως τοῖς σωτῆρσι τὰς χάριτας; ἀλλὰ πῶς ἔτι ταῦτα καλά; πῶς δʼ ἂν καὶ ἄλλος σπουδὴν καταθέσθαι θελήσειεν ἔς τινα αἰδοῖ Διὸς χαρίτων ἐφόρου τε καὶ ἐπόπτου;ʼ καὶ τῷ μὲν ταῦτα εἴρητο, καὶ ἐφρύγετο· ὁρᾷ δὲ ἐπιστραφεὶς τοὺς πιόντας ἀσπαίροντάς τε καὶ ἀποθνήσκοντας. ἦν δὲ ἄρα ὡς συμβαλεῖν ἐμημεκὼς ἐς τὴν πηγὴν ὁ ὄφις καὶ κεράσας αὐτὴν τῷ ἰῷ. ὁ μὲν οὖν ἀετὸς τῷ σώσαντι ἰσότιμον τῆς σωτηρίας ἀπέδωκε τὸν μισθόν. λέγει δὲ Κράτης ὁ Περγαμηνὸς ὑπὲρ τούτων καὶ τὸν Στησίχορον ᾅδειν ἔν τινι ποιήματι οὐκ ἐκφοιτήσαντί που ἐς πολλούς, σεμνόν τε καὶ ἀρχαῖον ὥς γε κρίνειν ἐμὲ τὸν μάρτυρα ἐσάγων.