Kitap 17
38
ἐν θαλάττῃ τῇ Κασπίᾳ εἰσὶ νῆσοί φασι, καὶ γίνονται ἐν αὐταῖς ὄρνιθες διάφοροι μὲν καὶ ἄλλοι, εἷς δὲ εἰληχὼς τοιαύτην ἰδιότητα. εἶναι μὲν γὰρ κατὰ τοὺς χῆνας τὸ μέγεθός φασιν αὐτόν, πόδας δὲ ἔχειν ἐμφερεῖς γεράνῳ. καὶ τὰ μὲν νῶτα κοκκοβαφῆ καὶ σφόδρα ἀκράτως, τὰ δὲ ὑπὸ τὴν γαστέρα πράσινα· τὴν δέρην δὲ λευκὸν εἶναι, καί τινας καὶ ῥανίδας οἱονεὶ διασπαρείσας κροκοειδεῖς ἔχειν. μῆκος δὲ εἰληχέναι οὐ μεῖον πήχεων δύο, κεφαλὴν δὲ ἄρα λεπτήν τε ἅμα καὶ μακράν, τὸ ῥάμφος μέλαν· φωνήν τε ἀφιέναι ἐμφερῆ τοῖς βατράχοις.
39
ἐν τῇ Πρασιακῇ χώρᾳ, ʽἸνδῶν δὲ αὕτη ἐστί Μεγασθένης φησὶ πιθήκους εἶναι τῶν μεγίστων κυνῶν οὐ μείους, ἔχειν δὲ οὐρὰς πήχεων πέντε· προσπεφυκέναι δὲ ἄρα αὐτοῖς καὶ προκόμια καὶ πώγωνας καθειμένους καὶ βαθεῖς· καὶ τὸ μὲν πρόσωπον πᾶν εἶναι λευκούς, τὸ σῶμα δὲ μέλανας ἰδεῖν, ἡμέρους δὲ καὶ φιλανθρωποτάτους, καὶ τὸ τοῖς ἀλλαχόθι πιθήκοις συμφυὲς οὐκ ἔχειν τὸ κακόηθες.
40
ἐν Ἰνδοῖς ἐστι χώρα περὶ τὸν Ἀσταβόρραν ποταμὸν ἐν τοῖς καλουμένοις Ῥιζοφάγοις. κατὰ τὴν τοῦ Σειρίου τοίνυν ἐπιτολὴν κωνώπων νέφη τινὰ ἐκπληκτικὰ καὶ οἷα τὸν ἀέρα καταλαβεῖν ἐπιφανέντα εἶτα μέντοι ἐλύπησε πολλά. κατὰ μέντοι τὴν λίμνην τὴν καλουμένην Ἀορατίαν ʽἸνδῶν δὲ ἄρα καὶ αὕτη· πλησίον δέ ἐστι τοῦ προειρημένου ποταμοὖ τοῦτο μὲν τὸ θηρίον τὸν κώνωπα ἐπιπολάζειν· ἔρημον δὲ καὶ εἶναι τὸν χῶρον καὶ καλεῖσθαι. τὴν δὲ αἰτίαν ἐκείνην Ἰνδοί φασιν οἱ κύκλῳ περιοικοῦντες, τὸν χῶρον τὸν προειρημένον οὐκ ἄνωθεν οὐδὲ ἐξ ἀρχῆς ἄγονον ἀνθρώπων γενέσθαι, σκορπίους δὲ ἐπιπολάσαι πλῆθος ἄμαχον, καὶ φαλαγγίων τινὰ ἐπιφοιτῆσαι φοράν, φαλαγγίων δὲ ἃ καλοῦσι τετράγναθα. τεκεῖν δὲ ἄρα τὰ κακὰ ταῦτά φασιν ἀέρων πονηρίαν. καὶ τέως μὲν ἐγκαρτερεῖν τοὺς ἐκεῖθι τλημόνως τοῦ κακοῦ τὴν προσβολὴν καὶ φιλοπόνως ὑπομείναντας· ἐπεὶ δὲ ἦν παντελῶς ἄμαχον, καὶ διεφθείροντο ἡλικία πᾶσα, εἶτα μέντοι τελευτῶντες ὑπʼ ἀπορίας τοῦ ἀμύνασθαι τὴν καταβολὴν τῆς ἐπιδημίας τῆς προειρημένης ἐξέλιπον τὴν χώραν, καὶ ἐρήμην εἴασαν τὴν φίλην πρότερον καὶ πατρίδα ἀρίστην· οὐχ ἁμαρτήσομαι δὲ ἴσως οὐδὲ μητρίδα εἰπὼν τὴν αὐτήν.