Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

41 μυῶν ἀρουραίων ἐπιφοίτησις καὶ στόλος οὐ μὰ τοὺς θεοὺς χρηστὸς τῶν ἐν Ἰταλίᾳ τινὰς ἐξήλασαν τῆς πατρῴας γῆς, καὶ φυγάδας ἀπέφηναν δίκην αὐχμῶν ἢ κρυμῶν ἤ τινος ἀκαιρίας ὡρῶν ἑτέρας τὰ μὲν λήια κείροντες, διακόπτοντες δὲ τὰς ῥίζας. τῇ Μηδικῇ δὲ ἐπιφοιτήσαντες στρουθῶν φορά, ἐξήλασαν καὶ ἐκεῖνοι τοὺς κατοικοῦντας, διαφθείροντες τὰ σπέρματα καὶ ἀφανίζοντες αὐτά. βάτραχοι δὲ ἡμιτελεῖς πεσόντες ἐξ ἀέρος πολλοὶ Αὐταριάτας μετῴκισαν ἐς χῶρον ἕτερον. καὶ γένος μέντοι Λιβυστινόν, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, ἐπιφοιτησάντων αὐτοῖς λεόντων, εἶτα αὐτοὺς ἀναστῆναι τῆς πατρῴας γῆς ἐξενίκησαν.
42 ἐν τῇ Βαβυλωνίᾳ γῇ γίνονται μύρμηκες, καὶ ἔχουσι τὸ παιδοποιὸν σῶμα ἐς τοὐπίσω μετεστραμμένον, ἀντίως τοῖς ἄλλοις καὶ ἔμπαλιν.
43 πάρδαλις Καρικὴ καὶ Λυκιακὴ οὐκ ἔστι μὲν θυμική, οὐδὲ οἵα σφόδρα ἁλτικὴ εἶναι, τὸ σῶμα δὲ μακρά· τιτρωσκομένη δὲ καὶ δόρασι καὶ αἰχμαῖς ἀντίτυπός ἐστι, καὶ οὐ ῥᾳδίως τῷ σιδήρῳ εἴκει, τοῦτο δὴ τὸ Ὁμηρικὸν δρῶσα ἦ ῥά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει.
44 Ῥινοκέρωτος δὲ εἶδος γράφειν τρισέωλόν ἐστιν· ἴσασι γὰρ καὶ Ἑλλήνων πολλοὶ καὶ Ῥωμαίων τεθεαμένοι· τὰ δὲ ἴδια αὐτοῦ τὰ κατὰ τὸν βίον εἰπεῖν οὐ χεῖρόν ἐστιν. ἐπʼ ἄκρας τῆς ῥινὸς τὸ κέρας φέρει, ἔνθεν τοι καὶ κέκληται· καὶ ἔστι μὲν ὀξύτατον ἐπʼ ἄκρου, σιδήρῳ δὲ τὸ καρτερὸν αὐτοῦ προσείκασται. ταῖς γε μὴν πέτραις αὐτὸ παρατρίβων εἶτα ἐπιθήσει ἐλέφαντι ὁμόσε ἰών, τὰ δὲ ἄλλα οὐκ ὢν ἀξιόμαχος, διά τε τὸ ἐκείνου ὕψος καὶ τὴν ῥώμην τὴν τοῦ θηρὸς τὴν τοσαύτην. ὕπεισιν οὖν αὐτοῦ τὰ σκέλη, καὶ τὴν νηδὺν ὑποτέμνει τε καὶ ὑποσχίζει τῷ κέρατι· ὃ δὲ οὐ μετὰ μακρὸν ἐκρυέντος οἱ τοῦ αἵματος κατολισθάνει. μάχη δὲ ῥινοκέρωτος πρὸς ἐλέφαντα ὑπὲρ τῆς νομῆς ἐστι, καὶ πολλοῖς γʼ ἐλέφασιν ἐντυχεῖν ἐστι τεθνεῶσι τὸν τρόπον τοῦτον. ἐὰν δὲ μὴ φθάσῃ ὁ ῥινόκερως δράσας τοῦτο, ἀλλὰ ὑποτρέχων πως ὑποπεσόντος πιεσθῇ, περιβαλλόμενος τὴν προβοσκίδα κατέχει καὶ πρὸς ἑαυτὸν ἕλκει, ἐμπίπτων δὲ τοῖς κέρασι κατακόπτει ὡς πελέκεσιν. εἰ γὰρ καὶ φορίνην ὁ ῥινόκερως ἔχει στερεὰν καὶ δυσδιακόντιστον, ἀλλʼ ἡ βία τοῦ ἐμπίπτοντος μάλα καρτερά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi