Kitap 17
5
Φύλαρχος ἐν τῇ δωδεκάτῃ ὑπὲρ τῶν Αἰγυπτίων ἀσπίδων ᾅδει τοιαῦτα. τιμᾶσθαί φησιν αὐτὰς ἰσχυρῶς, καὶ ἐκ ταύτης γε τῆς τιμῆς ἡμερωτάτας τε καὶ χειροήθεις γίνεσθαι. τοῖς παιδίοις οὖν συντρεφομένας μηδὲν ἀδικεῖν, καλουμένας δὲ ἐξέρπειν τῶν φωλεῶν καὶ ἀφικνεῖσθαι. κλῆσις δὲ αὐταῖς ὁ τῶν δακτύλων ἐστὶ κρότος. προτείνουσι δὲ ἄρα οἱ Αἰγύπτιοι καὶ ξένια αὐταῖς. ἐπὰν γὰρ ἀπὸ δείπνου γένωνται, ἄλφιτα οἴνῳ καὶ μέλιτι ἀναδεύσαντες κατὰ τῆς τραπέζης τιθέασιν, ἐφʼ ἧς ἔτυχον δεδειπνηκότες· εἶτα μέντοι κροτήσαντες οἱονεὶ δαιτυμόνας καλοῦσι. καὶ ἐκεῖναι ὥσπερ οὖν ὑπὸ συνθήματι παραγίνονται, καὶ ἄλλη ἀλλαχόθεν ἐξέρπει, καὶ περιστᾶσαι τὴν τράπεζαν τὴν μὲν λοιπὴν σπεῖραν ἐῶσι κατὰ τοῦ δαπέδου, ἄρασαι δὲ τὴν κεφαλὴν περιλιχμῶνται, καὶ ἡσυχῆ καὶ κατʼ ὀλίγον ἐμπίπλανται τῶν ἀλφίτων, καὶ καταναλίσκουσιν αὐτά. νύκτωρ δὲ ἐὰν ἐπείγῃ τι τοὺς Αἰγυπτίους, κροτοῦσι πάλιν· ὑποσημαίνει δὲ ἄρα αὐτὰς ὅδε ὁ ψόφος ἐξίστασθαί τε καὶ ἀναχωρεῖν. οὐκοῦν συνιᾶσιν ἐκεῖναι τὴν τοῦ κτύπου διαφορὰν καὶ ἐφʼ ὅτῳ τοῦτο δρᾶται, καὶ παραχρῆμα ἀναστέλλονται καὶ ἀφανίζονται, ἐς τοὺς χηραμούς τε καὶ φωλεοὺς ἕρπουσαι. ὁ οὖν ἀνιστάμενος οὔτε ἐμβαίνει τινὶ αὐτῶν οὔτε περιπίπτει.