Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

8 Πυθαγόρας ἐν τοῖς περὶ τῆς Ἐρυθρᾶς θαλάττης λέγει ζῷόν τι γίνεσθαι χερσαῖον περὶ τὸ πέλαγος ἐκεῖνο, τὸν καλούμενον κῆπον. φερώνυμον δὲ εἶναι· ἔχειν γὰρ χρόας πολλάς. καὶ μέγεθος μὲν εἰληχέναι τὸν τέλειον κατὰ τοὺς κύνας τοὺς Ἐρετρικούς. περιελθεῖν δὲ αὐτοῦ τὸ ποικίλον ἐθέλω καὶ δεῖξαι τῷ λόγῳ, ὡς ἐκεῖνος γράφει. τὰ μὲν δὴ περὶ τὴν κεφαλὴν αὐτῷ καὶ τὸ νῶτον καὶ τὴν ῥάχιν ἐς τὴν οὐρὰν τελευτῶντα ἀκράτως πυρρά ἐστι, θεάσαιο δʼ ἂν καὶ τρίχας χρυσοειδεῖς τινας διεσπαρμένας· λευκὸν δὲ τὸ πρόσωπόν οἱ μέχρι τῶν παρειῶν, ἐντεῦθέν γε μὴν ταινίαι χρυσοειδεῖς κατίασιν ἐς τὴν δέρην. ταύτης δὲ τὰ κάτω μέχρι τῶν στέρνων καὶ οἱ πόδες δὲ οἱ πρόσθιοι λευκανθίζει πάντα. μαζοὶ δὲ χειροπληθεῖς δύο κυανοῖ, γαστὴρ δὲ λευκὴ πᾶσα, πόδες δὲ οἱ κατόπιν μέλανές εἰσι. προσώπου δὲ μορφή, κυνοκεφάλῳ παραβαλὼν αὐτὴν ἀληθεύσεις, εὖ ἴσθι.
9 Ὀνοκενταύραν καλοῦσι ζῷόν τι, καὶ ταύτην ὅστις εἶδεν, οὐκ ἂν ἠπίστησεν ὅτι καὶ Κενταύρων φῦλα ἦν, καὶ οὐ κατεψεύσαντο οἱ χειρουργοὶ τῆς φύσεως, ἀλλὰ καὶ ἐκείνους ἤνεγκεν ὁ χρόνος κράσει σωμάτων οὐχ ὁμοίων ἑνωθέντας. καταλείπωμεν δὲ αὐτούς, εἴτε ἐγένοντο ὄντως ἐπιδημίᾳ μιᾷ καὶ τῇ αὐτῇ, εἴτε ἡ φήμη κηροῦ παντὸς οὖσα εὐπλαστοτέρα τε καὶ εὐπειθεστέρα διέπλασεν αὐτούς, καὶ ἀνέμιξεν ἵππου καὶ ἀνθρώπου δαιμονίᾳ τινὶ συναφῇ ἡμίτομα, καὶ ἔδωκε μίαν ψυχήν. αὕτη δὲ ὑπὲρ ἧς ὥρμηται λέγειν ὅδε ὁ λόγος, ἐς ἀκοὴν τὴν ἐμὴν τοιάδε ἀφίκετο. ἀνθρώπῳ τὸ πρόσωπον εἴκασται, περιέρχονται δὲ αὐτὸ βαθεῖαι τρίχες. τράχηλός τε ὑπὸ τῷ προσώπῳ καὶ στέρνα, καὶ ταῦτα ἀνθρωπικά· μαζοὶ δὲ ᾐρμένοι καὶ κατὰ τοῦ στήθους ἐφεστῶτες, ὦμοι δὲ καὶ βραχίονες καὶ πήχεις, ἔτι δὲ χεῖρες καὶ στέρνα ἐς ἰξύν, καὶ ταῦτα ἀνθρωπικά· ῥάχις δὲ καὶ πλευραὶ καὶ γαστὴρ καὶ πόδες οἱ κατόπιν ὄνῳ καὶ μάλα ἐμφερῆ, καὶ τεφρώδης

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi