Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 2

37 ἡ μυγαλῆ ἐς ὅσον μὲν τὴν ἄλλως πρόεισι, ζῆν ἔχει, καὶ ἐσπείσατο αὐτῇ ἡ φύσις, ἐάν γε μὴ ἄλλῃ τινὶ τύχῃ καταληφθῇ καὶ ἀπόληται· ἐπὰν δὲ ἐς ἁρματοτροχιὰν ἐμπέσῃ, οἱονεὶ πέδῃ κατείληπται καὶ μάλα ἀφανεῖ, καὶ τέθνηκε. δηχθέντι δὲ ὑπὸ μυγαλῆς φάρμακον ἐκεῖνο. ἐκ τῆς τῶν τροχῶν διαδρομῆς ἡ ψάμμος ἀρθεῖσα ἐπεπάσθη τῷ δήγματι, καὶ ἔσωσε παραχρῆμα.
38 καὶ ταῦτα δὲ ὑπὲρ τῆς Αἰγυπτίας ἴβεως προσακήκοα. ἱερὰ τῆς σελήνης ἡ ὄρνις ἐστί. τοσούτων γοῦν ἡμερῶν τὰ ᾠὰ ἐκγλύφει, ὅσων ἡ θεὸς αὔξει τε καὶ λήγει. τῆς δὲ Αἰγύπτου οὔποτε ἀποδημεῖ. τὸ δὲ αἴτιον, νοτιωτάτη χωρῶν ἁπασῶν Αἴγυπτός ἐστι, καὶ ἡ σελήνη δὲ νοτιωτάτη τῶν πλανωμένων ἄστρων πεπίστευται. ἑκοῦσα μὲν οὖν οὐκ ἂν ἀποδημήσειεν ἡ ἶβις· εἰ δέ τις ἐπιθέμενος αὐτῇ κατὰ τὸ καρτερὸν ἐξαγάγοι, ἡ δὲ ἀμύνεται τὸν ἐπιβουλεύσαντα, ἐς οὐδὲν αὐτῷ τὴν σπουδὴν προάγουσα· ἑαυτὴν γὰρ ἀποκτείνει λιμῷ, καὶ ἀνόνητον τὴν προθυμίαν ἀποφαίνει τῷ προειρημένῳ. βαδίζει δὲ ἡσυχῆ καὶ κορικῶς, καὶ οὐκ ἂν αὐτὴν θᾶττον ἢ βάδην προϊοῦσαν θεάσαιτό τις. καὶ τούτων αἱ μέλαιναι τοὺς πτερωτοὺς ὄφεις ἐξ Ἀραβίας ἐς Αἴγυπτον παρελθεῖν οὐκ ἐπιτρέπουσι, τῆς γῆς τῆς φίλης προπολεμοῦσαι· αἱ δὲ ἕτεραι τοὺς ἐξ Αἰθιοπίας κατὰ τὴν τοῦ Νείλου ἐπίκλυσιν ἀφικνουμένους ἀπαντῶσαι διαφθείρουσιν. ἢ τί ἂν ἐκώλυσε διὰ τῆς ἐκείνων ἐπιδημίας τοὺς Αἰγυπτίους ἀπολωλέναι;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi