Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 3

11 ἤδη μέντοι καὶ τῶν ζῴων τὰ ἀγριώτατα πρὸς τὰ ὀνῆσαι δυνάμενα εἰρηναῖα καὶ ἔνσπονδά ἐστι, τῆς συμφυοῦς κακίας ἐς τὴν χρείαν παραλυθέντα. ὁ γοῦν κροκόδειλος νήχεταί τε ἅμα καὶ κέχηνεν. ἐμπίπτουσιν οὖν αἱ βδέλλαι ἐς αὐτὸν καὶ λυποῦσιν. ὅπερ εἰδὼς ἰατροῦ δεῖται τοῦ τροχίλου· πλήρης γὰρ αὐτῶν γενόμενος, ἐπὶ τὴν ὄχθην προελθὼν κατὰ τῆς ἀκτῖνος κέχηνεν. ὁ τοίνυν τροχίλος ἐμβαλὼν τὸ ῥάμφος ἐξάγει τὰς προειρημένας, καρτερεῖ δὲ ὠφελούμενος ὁ κροκόδειλος καὶ ἀτρεμεῖ. καὶ ὃ μὲν ἔχει δεῖπνον τὰς βδέλλας, ὃ δὲ ὀνίναται, καὶ τὸ μηδὲν ἀδικῆσαι τὸν τροχίλον λογίζεταί οἱ μισθόν.
12 κολοιοὺς δὲ εὐεργέτας νομίζουσι καὶ Θετταλοὶ καὶ Ἰλλυριοὶ καὶ Λήμνιοι, καὶ δημοσίας γε αὐτοῖς τροφὰς ἐψηφίσαντο, ἐπεὶ τῶν ἀκρίδων, αἳ λυμαίνονται τοὺς καρποὺς τοῖς προειρημένοις, τὰ ᾠὰ ἀφανίζουσί τε οἱ κολοιοὶ καὶ διαφθείρουσι τὴν ἐπιγονὴν αὐτοῖς. μειοῦται δὴ κατὰ πολὺ τὰ τῶν ἀκρίδων νέφη, καὶ τοῖς προειρημένοις μένει τὰ ὡραῖα ἀσινῆ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi