Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 4

34 ὁ αὐχὴν ὁ τοῦ λέοντος ἐξ ὀστέου συνέστηκεν, οὐ μὴν ἐκ σφονδύλων πολλῶν. εἰ δέ τις τὰ ὀστᾶ τοῦ λέοντος διακόπτοι, πῦρ αὐτῶν ἐξάλλεται. μυελοὺς δὲ οὐκ ἔχει· οὐδὲ γάρ ἐστι κοῖλα αὐλῶν δίκην. μίξεως δὲ αὐτὸν οὐδεμία ἔτους ἀναστέλλει ὥρα. κύει δὲ ἄρα μηνῶν δύο. τίκτει δὲ πεντάκις, καὶ τῇ μὲν ὠδῖνι τῇ πρώτῃ πέντε, τῇ δὲ δευτέρᾳ τέτταρα, τρία τε τῇ ἐπὶ ταύτῃ, καὶ δύο τῇ ἐπʼ ἐκείνῃ, καὶ ἓν ἐπὶ πάσαις. οἱ δὲ σκύμνοι ἀρτιγενεῖς μικροί τέ εἰσι καὶ τυφλοὶ κατὰ τὰ σκυλάκια· βαδίσεως δὲ ὑπάρχονται, ὅταν δύο μῆνας ἀπὸ γενεᾶς διαβιῶσιν. ὁ λόγος δέ, ὅστις λέγει διαξαίνειν αὐτοὺς τὰς μήτρας, μῦθός ἐστι. λιμώττων μὲν οὖν λέων ἐντυχεῖν χαλεπός ἐστι, κορεσθεὶς δὲ πραότατος· φασὶ δὲ καὶ φιλοπαίστην εἶναι τηνικάδε αὐτόν. φύγοι δὲ οὐκ ἄν ποτε τὰ νῶτα τρέψας λέων, ἡσυχῆ δὲ ἐπὶ πόδα ἀναχωρεῖ βλέπων ἀντίος. τοῦ γήρως δὲ ὑπαρχομένου ἐπὶ τὰ αὔλια ἔρχεται καὶ ἐπὶ τὰς καλύβας καὶ ἐπὶ τὰς οἰκήσεις τὰς τῶν νομέων τὰς ὑπάντρους, καὶ εἰκότως· ταῖς γὰρ ὀρείοις ἔτι θήραις ἐπιθαρρεῖν ἀδύνατός ἐστι. πῦρ δὲ ὀρρωδεῖ. ὅστις μὲν οὖν ἐστιν αὐτῶν γυρότερος καὶ συνεστραμμένος καὶ τὴν χαίτην λασιώτερος, ἀθυμότερός τε καὶ ἀτολμότερος δοκεῖ μᾶλλον· ὁ δὲ μήκους εὖ ἥκων καὶ εὐθυτενὴς τὴν τρίχα ἀνδρειότερος πεπίστευται καὶ θυμοειδέστερος. ἀδηφάγος δὲ ὢν καὶ ὅλα φασὶ μέλη βρύκων ἂν καταπίοι. τούτων οὖν πεπληρωμένος καὶ τριῶν ἡμερῶν οὐκ ἐσθίει πολλάκις, ἔστʼ ἂν ὑπαναλωθῇ τὰ πρῶτά οἱ καὶ πεφθῇ. πίνει δὲ ὀλίγα.
35 ὁ βοῦς ὁ πρᾶος τοῦ πλήττοντος καὶ κολάζοντος οὐκ ἄν ποτε λήθην λάβοι, ἀλλʼ ἀπομνησθεὶς τιμωρεῖται καὶ διαστήματος ἐγγενομένου. ὢν μὲν γὰρ ὑπὸ ζεύγλην καὶ τρόπον τινὰ καθειργμένος, ἔοικε δεσμώτῃ καὶ ἡσυχάζει· ὅταν δὲ ἀφεθῇ, πολλάκις μὲν τῷ σκέλει παίσας συνέτριψε μέλος τι τοῦ βουκόλου, πολλάκις δὲ καὶ θυμωθεὶς ἐς κέρας εἶτα ἐμπεσὼν ἀπέκτεινεν αὐτόν. ἐντεῦθεν πρὸς τοὺς ἄλλους πρᾶός ἐστι, καὶ πάρεισιν ἐς τὸ αὔλιον ἡσυχῆ· οὐ γάρ ἐστιν ἀνήμερος πρὸς οὓς οὐκ ἔχει τοῦ θυμοῦ τὴν ὑπόθεσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi