Kitap 4
2
ἐν Ἔρυκι τῆς Σικελίας ἑορτή ἐστιν, ἣν καλοῦσιν Ἀναγώγια Ἐρυκῖνοί τε αὐτοὶ καὶ μέντοι καὶ ὅσοι ἐν τῇ Σικελίᾳ πάσῃ. ἡ δὲ αἰτία, τὴν Ἀφροδίτην λέγουσιν ἐντεῦθεν ἐς Λιβύην ἀπαίρειν ἐν ταῖσδε ταῖς ἡμέραις. δοξάζουσι δὲ ἄρα ταῦτα ταύτῃ τεκμαιρόμενοι. περιστερῶν πλῆθός ἐστιν ἐνταῦθα πάμπλειστον. οὐκοῦν αἳ μὲν οὐχ ὁρῶνται, λέγουσι δὲ Ἐρυκῖνοι τὴν θεὸν δορυφορούσας ἀπελθεῖν· ἀθύρματα γὰρ ἀφροδίτης περιστερὰς εἶναι ᾅδουσί τε ἐκεῖνοι καὶ πεπιστεύκασι πάντες ἄνθρωποι. διελθουσῶν δὲ ἡμερῶν ἐννέα μίαν μὲν διαπρεπῆ τὴν ὥραν ἔκ γε τοῦ πελάγους τοῦ κομίζοντος ἐκ τῆς Λιβύης ὁρᾶσθαι ἐσπετομένην, οὐχ οἵαν κατὰ τὰς ἀγελαίας πελειάδας τὰς λοιπὰς εἶναι, πορφυρᾶν δέ, ὥσπερ οὖν τὴν Ἀφροδίτην ὁ Τήιος ἡμῖν Ἀνακρέων ᾅδει, πορφυρέην που λέγων. καὶ χρυσῷ δὲ εἰκασμένη φανείη ἄν, καὶ τοῦτό γε κατὰ τὴν Ὁμήρου θεὸν τὴν αὐτήν, ἣν ἐκεῖνος ἀναμέλπει χρυσῆν. ἕπεται δὲ αὐτῇ τῶν περιστερῶν τὰ νέφη τῶν λοιπῶν, καὶ ἑορτὴ πάλιν Ἐρυκίνοις καὶ πανήγυρις τὰ Καταγώγια, ἐκ τοῦ ἔργου καὶ τοῦτο τὸ ὄνομα.
3
Λύκω συννόμω καὶ ἵππω, λέοντέ γε μὴν οὐκέτι· λέαινα γὰρ καὶ λέων οὐ τὴν αὐτὴν ἴασιν οὔτε ἐπὶ θήραν οὔτε πιόμενοι. τὸ δὲ αἴτιον, τῇ τοῦ σώματος ῥώμῃ θαρροῦντε ἄμφω εἶτα οὐ δεῖται θατέρου ὁ ἕτερος, ὥς φασιν οἱ πρεσβύτεροι.
4
οὐ ῥᾳδίως οἱ λύκοι τὴν ὠδῖνα ἀπολύουσιν, ἀλλὰ ἐν ἡμέραις δώδεκα καὶ νυξὶ τοσαύταις, ἐπεὶ τοσούτῳ χρόνῳ τὴν Λητὼ ἐς Δῆλον ἐξ Ὑπερβορέων ἐλθεῖν Δήλιοί φασιν.
5
ζῷα πολέμια χελώνη τε καὶ πέρδιξ, καὶ πελαργὸς καὶ κρὲξ πρὸς αἴθυιαν καὶ ἅρπη καὶ ἐρωδιὸς πρὸς λάρον· κορυδαλλὸς δὲ ἀκανθυλλίδι νοεῖ πολέμια, τρυγόνι δὲ πρὸς πυραλλίδα διαφορά, ἰκτῖνός γε μὴν καὶ κόραξ ἐχθροί· σειρὴν δὲ πρὸς κίρκην, κίρκη δὲ πρὸς κίρκον οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ φύσει διαφέροντε πεφώρασθον. Χάννη δὲ ἰχθὺς λαγνίστατος. λευκοὺς δὲ μύρμηκας ἐν Φενεῷ τῆς Λακωνικῆς ἀκούειν πάρεστιν.