Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 5

33 ἡ νῆττα ὅταν τέκῃ, τίκτει μὲν ἐν ξηρῷ, πλησίον δὲ ἢ τῆς λίμνης ἢ τοῦ τενάγους ἢ ἄλλου τινὸς ὑδρηλοῦ χώρου καὶ ἐνδρόσου. τὸ δὲ νήττιον φύσει τινὶ ἰδίᾳ καὶ ἀπορρήτῳ οἶδεν ὅτι μήτε τῆς μετεώρου φορᾶς οἱ μέτεστι μήτε μὴν τῆς ἐν τῇ χέρσῳ διατριβῆς. καὶ ἐκ τούτων ἐς τὸ ὕδωρ πηδᾷ, καὶ ἐξ ὠδίνων ἐστὶ νηκτική, καὶ μαθεῖν οὐ δεῖται, ἀλλὰ καταδύεται καὶ ἀναδύεται πάνυ σοφῶς καὶ ὡς ἤδη χρόνου πεπαιδευμένη τοῦτο. ἀετὸς δέ, ὃν καλοῦσι νηττοφόνον, ἐπιπηδᾷ τῇ νηχομένῃ ὡς ἁρπασόμενος· ἣ δὲ καταδῦσα ἑαυτὴν ἠφάνισεν, εἶτα ὑπονηξαμένη ἀλλαχόθι ἐκκύπτει. ὃ δὲ καὶ ἐκεῖ πάρεστι, καὶ αὖθις κατέδυ ἐκείνη, καὶ πάλιν ταῦτα καὶ πάλιν. καὶ δυοῖν θάτερον· ἢ γὰρ καταδῦσα ἀπεπνίγη, ἢ ὃ μὲν ἀπέστη ἐπʼ ἄλλην ἄγραν, ἣ δὲ ἔχουσα τὸ ἀδεὲς ἐπινήχεται αὖθις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi